previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

62.

κατὰ δὲ τὴν Πελοπόννησον Λακεδαιμόνιοι μὲν Πολύτροπον στρατηγὸν ἐξέπεμψαν εἰς τὴν Ἀρκαδίαν, ἔχοντα πολιτικοὺς μὲν ὁπλίτας χιλίους, φυγάδας δ᾽ Ἀργείων καὶ Βοιωτῶν πεντακοσίους. οὗτος δὲ παρελθὼν εἰς Ὀρχομενὸν τὸν Ἀρκαδικὸν παρεφύλαττε τὴν πόλιν ταύτην, οἰκείως διακειμένην πρὸς τοὺς Σπαρτιάτας. [2] Λυκομήδης δ᾽ Μαντινεύς, στρατηγὸς ὢν τῶν Ἀρκάδων, παραλαβὼν τοὺς καλουμένους ἐπιλέκτους, ὄντας πεντακισχιλίους, ἧκεν ἐπὶ τὸν Ὀρχομενόν. προαγαγόντων δὲ τὴν δύναμιν Λακεδαιμονίων ἐκ τῆς πόλεως ἐγένετο μάχη καρτερά, καθ᾽ ἣν τε στρατηγὸς τῶν Λακεδαιμονίων ἀνῃρέθη καὶ τῶν ἄλλων εἰς διακοσίους: οἱ δὲ λοιποὶ συνεδιώχθησαν εἰς τὴν πόλιν. [3] οἱ δὲ Ἀρκάδες, καίπερ νενικηκότες, ὅμως εὐλαβοῦντο τὸ βάρος τῆς Σπάρτης, καὶ καθ᾽ αὑτοὺς οὐχ ὑπέλαβον δυνήσεσθαι τοῖς Λακεδαιμονίοις διαπολεμεῖν. διὸ καὶ παραλαβόντες Ἀργείους τε καὶ Ἠλείους, τὸ μὲν πρῶτον πρέσβεις ἀπέστειλαν εἰς τὰς Ἀθήνας, ἀξιοῦντες συμμαχίαν ποιήσασθαι κατὰ τῶν Σπαρτιατῶν, ὡς δ᾽ οὐδεὶς αὐτοῖς προσεῖχε, διαπρεσβευσάμενοι πρὸς τοὺς Θηβαίους ἔπεισαν αὐτοὺς συμμαχίαν συνθέσθαι κατὰ τῶν Λακεδαιμονίων. [4] εὐθὺς οὖν οἱ Βοιωτοὶ τὴν δύναμιν ἐξῆγον, προσλαβόμενοι συμμάχους Λοκρούς τε καὶ Φωκεῖς. οὗτοι μὲν οὖν προῆγον ἐπὶ τὴν Πελοπόννησον, βοιωταρχούντων Ἐπαμεινώνδου καὶ Πελοπίδου: τούτοις γὰρ οἱ ἄλλοι βοιωτάρχαι παρεκεχωρήκεισαν ἑκουσίως τῆς στρατηγίας διά τε τὴν σύνεσιν καὶ τὴν ἀνδρείαν τῶν ἀνδρῶν. [5] ὡς δὲ κατήντησαν ἐπὶ τὴν Ἀρκαδίαν, ἧκον πρὸς αὐτοὺς πανδημεὶ οἵ τε Ἀρκάδες καὶ Ἠλεῖοι καὶ Ἀργεῖοι καὶ οἱ ἄλλοι σύμμαχοι πάντες. ἀθροισθέντων δὲ πλειόνων πεντακισμυρίων, οἱ μὲν ἡγεμόνες αὐτῶν συνεδρεύσαντες ἔγνωσαν ἐπ᾽ αὐτὴν βαδίζειν τὴν Σπάρτην καὶ πᾶσαν τὴν Λακωνικὴν πορθῆσαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: