previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

73.

κατὰ δὲ τὴν Σικελίαν Διονύσιος τύραννος ἔχων δυνάμεις ἀξιολόγους, καὶ τοὺς Καρχηδονίους ὁρῶν οὐκ εὖ διακειμένους πρὸς τὸν πόλεμον διά τε τὴν γεγενημένην παρ᾽ αὐτοῖς λοιμικὴν νόσον καὶ τὴν ἀπόστασιν τῶν Λιβύων, ἔγνω στρατεύειν ἐπ᾽ αὐτούς. οὐκ ἔχων δὲ πρόφασιν ἀξιόλογον τῆς διαφορᾶς, προσεποιήθη τοὺς κατὰ τὴν ἐπικράτειαν Φοίνικας ἐπιβεβηκέναι τῆς ὑπ᾽ αὐτὸν χώρας. [2] παρασκευασάμενος οὖν πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, τριήρεις δὲ τριακοσίας καὶ τὴν ἁρμόζουσαν τῇ δυνάμει ταύτῃ παρασκευήν, ἐνέβαλεν εἰς τὴν ὑπὸ Καρχηδονίους χώραν. καὶ Σελινοῦντα μὲν καὶ Ἔντελλαν εὐθὺς προσηγάγετο, καὶ τὴν χώραν πᾶσαν πορθήσας καὶ τῆς πόλεως τῶν Ἐρυκίνων ἐγκρατὴς γενόμενος ἐπολιόρκησε Λιλύβαιον: πολλῶν δ᾽ ὄντων ἐν αὐτῷ στρατιωτῶν τὴν πολιορκίαν ἔλυσεν. [3] ἀκούσας δὲ τὰ νεώρια τῶν Καρχηδονίων ἐμπεπρῆσθαι, καὶ δόξας πάντα τὸν στόλον αὐτῶν διεφθάρθαι, κατεφρόνησε, καὶ τῶν ἰδίων τριήρων ἑκατὸν μὲν καὶ τριάκοντα τὰς ἀρίστας ἀπέστειλεν εἰς τὸν τῶν Ἐρυκίνων λιμένα, τὰς δ᾽ ἄλλας ἁπάσας ἐξέπεμψεν εἰς τὰς Συρακούσας. [4] οἱ δὲ Καρχηδόνιοι παραδόξως διακοσίας ναῦς πληρώσαντες ἐπέπλευσαν ταῖς ὁρμούσαις ἐν τῷ λιμένι τῶν Ἐρυκίνων: ἀνελπίστου δὲ τῆς ἐπιθέσεως γενομένης ἀπήγαγον τῶν τριήρων τὰς πλείστας. μετὰ δὲ ταῦτα τοῦ χειμῶνος ἐνστάντος ἀνοχὰς ποιησάμενοι διεχωρίσθησαν εἰς τὰς οἰκείας ἑκάτεροι πόλεις. [5] μετ᾽ ὀλίγον δὲ χρόνον Διονύσιος εἰς ἀρρωστίαν ἐμπεσὼν ἐτελεύτησε, δυναστεύσας ἔτη τριάκοντα καὶ ὀκτώ: τὴν δὲ ἀρχὴν διαδεξάμενος υἱὸς Διονύσιος ἐτυράννευσεν ἔτη δώδεκα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: