previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

90.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Μόλωνος ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Λεύκιος Γενούκιος καὶ Κόιντος Σερουίλιος. ἐπὶ δὲ τούτων οἱ τὴν παράλιον οἰκοῦντες τῆς Ἀσίας ἀπέστησαν ἀπὸ Περσῶν, καί τινες τῶν σατραπῶν καὶ στρατηγῶν ἐπαναστάντες πόλεμον ἐξήνεγκαν πρὸς Ἀρταξέρξην. [2] ὁμοίως δὲ τούτοις καὶ Ταχὼς βασιλεὺς τῶν Αἰγυπτίων κρίνας πολεμεῖν τοῖς Πέρσαις, ναῦς τε κατεσκεύασε καὶ πεζὰς δυνάμεις ἤθροισεν. πολλοὺς δὲ ξενολογήσας ἐκ τῶν Ἑλληνίδων πόλεων ἔπεισε καὶ Λακεδαιμονίους συμμαχεῖν: οἱ γὰρ Σπαρτιᾶται πρὸς Ἀρταξέρξην ἀλλοτρίως εἶχον διὰ τὸ τοὺς Μεσσηνίους ὁμοίως τοῖς ἄλλοις Ἕλλησιν ὑπὸ τοῦ βασιλέως εἰς τὴν κοινὴν εἰρήνην κατατετάχθαι. τηλικαύτης δὲ συνδρομῆς κατὰ τῶν Περσῶν γενομένης, καὶ βασιλεὺς παρεσκευάζετο τὰ πρὸς τὸν πόλεμον. [3] ὑπὸ γὰρ τὸν αὐτὸν καιρὸν ἔδει πρός τε τὸν τῶν Αἰγυπτίων βασιλέα πολεμεῖν καὶ πρὸς τὰς κατὰ τὴν Ἀσίαν Ἑλληνίδας πόλεις καὶ Λακεδαιμονίους καὶ τοὺς τούτων συμμάχους σατράπας καὶ στρατηγούς, τοὺς ἄρχοντας μὲν τῶν παραθαλαττίων τόπων, συντεθειμένους δὲ κοινοπραγίαν: ὧν ἦσαν ἐπιφανέστατοι Ἀριοβαρζάνης μὲν τῆς Φρυγίας σατράπης, ὃς καὶ Μιθριδάτου τελευτήσαντος τῆς τούτου βασιλείας κεκυριευκὼς ἦν, Μαύσωλος δὲ Καρίας δυναστεύων καὶ πολλῶν ἐρυμάτων καὶ πόλεων ἀξιολόγων κυριεύων, ὧν ἑστίαν καὶ μητρόπολιν συνέβαινεν εἶναι τὴν Ἁλικαρνασσόν, ἔχουσαν ἀκρόπολιν ἀξιόλογον καὶ τὰ τῆς Καρίας βασίλεια, πρὸς δὲ τούτοις Ὀρόντης μὲν τῆς Μυσίας σατράπης, Αὐτοφραδάτης δὲ Λυδίας: τῶν δὲ Ἰώνων ἄνευΛύκιοί τε καὶ Πισίδαι καὶ Παμφύλιοι καὶ Κίλικες, ἔτι δὲ καὶ Σύροι καὶ Φοίνικες καὶ σχεδὸν πάντες οἱ παραθαλάσσιοι. [4] τηλικαύτης δ᾽ οὔσης ἀποστάσεως, τὸ μὲν ἥμισυ τῶν προσόδων τῷ βασιλεῖ κατελέλυτο, τὸ δὲ λοιπὸν οὐχ ἱκανὸν ἦν εἰς τὰς τοῦ πολέμου χρείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: