previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

92.

ἅμα δὲ τούτοις πραττομένοις Ῥεομίθρης, ὑπὸ τῶν ἀποστατῶν πεμφθεὶς εἰς Αἴγυπτον πρὸς Ταχὼ τὸν βασιλέα, καὶ λαβὼν ἀργυρίου μὲν τάλαντα πεντακόσια, ναῦς δὲ μακρὰς πεντήκοντα, κατέπλευσε τῆς Ἀσίας εἰς τὰς ὀνομαζομένας Λεύκας. εἰς δὲ ταύτην τὴν πόλιν μεταπεμψάμενος πολλοὺς τῶν ἀφεστηκότων ἡγεμόνας, τούτους μὲν συλλαβὼν καὶ δήσας ἀνέπεμψε πρὸς Ἀρταξέρξην, αὐτὸς δὲ ἀποστάτης γενόμενος ταῖς ἐκ τῆς προδοσίας δωρεαῖς διελύσατο τὰ πρὸς τὸν βασιλέα. [2] κατὰ δὲ τὴν Αἴγυπτον Ταχὼς βασιλεὺς κατασκευασάμενος τὰ πρὸς τὸν πόλεμον διακοσίας μὲν τριήρεις εἶχε πολυτελῶς κεκοσμημένας, μισθοφόρους δ᾽ ἐπιλέκτους ἐκ τῆς Ἑλλάδος μυρίους, χωρὶς δὲ τούτων πεζοὺς στρατιώτας Αἰγυπτίους ὀκτακισμυρίους. καὶ τῶν μὲν μισθοφόρων τὴν ἡγεμονίαν παρέδωκεν Ἀγησιλάῳ τῷ Σπαρτιάτῃ, ἀπεσταλμένῳ μὲν ὑπὸ Λακεδαιμονίων ἐπὶ συμμαχίαν μεθ᾽ ὁπλιτῶν χιλίων, δυναμένῳ δ᾽ ἡγεῖσθαι στρατιωτῶν καὶ δι᾽ ἀνδρείαν καὶ στρατηγικὴν σύνεσιν τεθαυμασμένῳ: [3] τοῦ δὲ ναυτικοῦ τὴν στρατηγίαν ἐνεχείρισε Χαβρίᾳ τῷ Ἀθηναίῳ, δημοσίᾳ μὲν ὑπὸ τῆς πατρίδος οὐκ ἀπεσταλμένῳ, ἰδίᾳ δὲ ὑπὸ τοῦ βασιλέως συστρατεύειν πεπεισμένῳ. αὐτὸς δὲ τῶν Αἰγυπτίων ἔχων τὴν ἡγεμονίαν καὶ στρατηγὸς ὢν ἁπάσης τῆς δυνάμεως, Ἀγησιλάῳ μὲν συμβουλεύσαντι μένειν ἐπὶ τῆς Αἰγύπτου καὶ διὰ τῶν στρατηγῶν τὸν πόλεμον διοικεῖν οὐ προσέσχε καλῶς συμβουλεύοντι. τῆς γὰρ δυνάμεως προελθούσης πορρωτέρω καὶ περὶ Φοινίκην καταστρατοπεδευούσης, καθεσταμένος ἐπὶ τῆς Αἰγύπτου στρατηγὸς ἀπέστη ἀπὸ τοῦ βασιλέως, διαπεμψάμενος δὲ πρὸς τὸν υἱὸν Νεκτανεβώ, καὶ πείσας ἀντέχεσθαι τῆς ἐν Αἰγύπτῳ βασιλείας, μέγαν πόλεμον ἐξέκαυσεν: [4] γὰρ Νεκτανεβὼς ὑπὸ τοῦ βασιλέως τεταγμένος ἡγεμὼν τῶν ἐξ Αἰγύπτου στρατιωτῶν, καὶ πεμφθεὶς ἀπὸ τῆς Φοινίκης πολιορκεῖν τὰς ἐν τῇ Συρίᾳ πόλεις, συγκάταινος γενόμενος ταῖς τοῦ πατρὸς ἐπιβολαῖς, τοὺς μὲν ἡγεμόνας δωρεαῖς, τοὺς δὲ στρατιώτας ἐπαγγελίαις προτρεψάμενος, ἔπεισε συναγωνιστὰς γενέσθαι. [5] τέλος δὲ καταληφθείσης ὑπὸ τῶν ἀποστατῶν τῆς Αἰγύπτου, μὲν Ταχὼς καταπλαγεὶς ἐτόλμησε διὰ τῆς Ἀραβίας ἀναβῆναι πρὸς τὸν βασιλέα, καὶ συγγνώμην ἠξίου δοῦναι περὶ τῶν ἡμαρτημένων: δὲ Ἀρταξέρξης οὐ μόνον αὐτὸν ἀπέλυσε τῶν ἐγκλημάτων, ἀλλὰ καὶ στρατηγὸν ἀπέδειξε τοῦ πρὸς Αἰγυπτίους πολέμου.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: