previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

93.

μετ᾽ ὀλίγον δὲ μὲν βασιλεὺς τῶν Περσῶν ἐτελεύτησεν ἄρξας ἔτη τρία πρὸς τοῖς τετταράκοντα, τὴν δὲ βασιλείαν διεδέξατο Ὦχος μετονομασθεὶς Ἀρταξέρξης, καὶ ἐβασίλευσεν ἔτη τρία πρὸς τοῖς εἴκοσι: τοῦ γὰρ Ἀρταξέρξου καλῶς βεβασιλευκότος καὶ γενομένου παντελῶς εἰρηνικοῦ καὶ ἐπιτυχοῦς, τοὺς μετὰ τοῦτον βασιλεύοντας μετωνόμαζον καὶ τὴν τούτου προσηγορίαν ἔχειν προσέταττον. [2] τοῦ δὲ βασιλέως Ταχὼ ἐπανελθόντος πρὸς τοὺς περὶ τὸν Ἀγησίλαον, Νεκτανεβὼς ἠθροικὼς στρατιώτας πλείους τῶν δέκα μυριάδων ἧκεν ἐπὶ τὸν Ταχώ, καὶ προεκαλεῖτο περὶ τῆς βασιλείας διαγωνίσασθαι. μὲν οὖν Ἀγησίλαος ὁρῶν τὸν βασιλέα καταπεπληγμένον καὶ μὴ τολμῶντα διακινδυνεύειν, παρεκάλει θαρρεῖν: τῆς γὰρ νίκης τυγχάνειν οὐ τοὺς κατὰ τὸ πλῆθος προέχοντας, ἀλλὰ τοὺς κατὰ τὰς ἀνδραγαθίας πρωτεύοντας: οὐ προσέχοντος δ᾽ αὐτοῦ συνηναγκάσθη μετ᾽ αὐτοῦ ποιήσασθαι τὴν ἀναχώρησιν εἴς τινα πόλιν εὐμεγέθη. [3] οἱ δ᾽ Αἰγύπτιοι τὸ πρῶτον ἐπολιόρκουν τοὺς συγκεκλεισμένους: ἐπεὶ δὲ πολλοὺς ἐν ταῖς τειχομαχίαις ἀπέβαλον, τείχει καὶ τάφρῳ περιελάμβανον τὴν πόλιν. ταχὺ δὲ τῶν ἔργων συντελουμένων διὰ τὴν πολυχειρίαν, καὶ τῶν ἐπιτηδείων ἐξαναλωθέντων, μὲν Ταχὼς ἀπέγνω τὴν σωτηρίαν, δὲ Ἀγησίλαος παρακαλέσας τοὺς στρατιώτας, καὶ νυκτὸς ἐπιθέμενος τοῖς πολεμίοις, διέσωσεν ἅπαντας τοὺς στρατιώτας ἀνελπίστως. [4] ἐπιδιωξάντων δὲ τῶν Αἰγυπτίων καὶ τῶν τόπων ὄντων πεδινῶν, οἱ μὲν Αἰγύπτιοι διέλαβον τῷ πλήθει κεκυκλῶσθαι τοὺς πολεμίους καὶ πάντας ἄρδην ἀναιρήσειν, δὲ Ἀγησίλαος καταλαβόμενος τόπον, ὃς εἶχεν ἐξ ἑκατέρου μέρους διώρυγα ποταμοῦ χειροποίητον, ὑπέμενε τὴν τῶν πολεμίων ἔφοδον. [5] ἐκτάξας δὲ τὴν δύναμιν οἰκείως τοῖς τόποις, καὶ τοῖς τοῦ ποταμοῦ ῥείθροις ὀχυρώσας τὴν στρατιάν, συνῆψε μάχην. τοῦ δὲ πλήθους τοῖς Αἰγυπτίοις ἀχρήστου γενομένου, ταῖς ἀρεταῖς προέχοντες οἱ Ἕλληνες πολλοὺς μὲν ἀπέκτειναν τῶν Αἰγυπτίων, τοὺς δὲ λοιποὺς φεύγειν ἠνάγκασαν. [6] μετὰ δὲ ταῦτα μὲν Ταχὼς ῥᾳδίως ἀνεκτήσατο τὴν κατ᾽ Αἴγυπτον βασιλείαν, δ᾽ Ἀγησίλαος ὡς μόνος κατωρθωκὼς τὴν βασιλείαν ἐτιμήθη προσηκούσαις δωρεαῖς. ἐπανιὼν δὲ εἰς τὴν πατρίδα διὰ Κυρήνης ἐτελεύτησε, καὶ τοῦ σώματος ἐν μέλιτι κομισθέντος εἰς τὴν Σπάρτην ἔτυχε τῆς βασιλικῆς ταφῆς τε καὶ τιμῆς. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν μέχρι τούτων προέβη κατὰ τοῦτον τὸν ἐνιαυτόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: