previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

13.

μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐπταικὼς καὶ τὴν δυναστείαν ἀπογινώσκων ἤδη ἐν μὲν ταῖς ἀκροπόλεσιν ἀπέλιπε φρουρὰς ἀξιολόγους, αὐτὸς δὲ τοὺς τετελευτηκότας, ὀκτακοσίους ὄντας, λαβὼν τὴν ἀναίρεσιν αὐτῶν ἔθαψε λαμπρῶς, χρυσοῖς μὲν στεφάνοις ἐστεφανωμένους, πορφυρίσι δὲ καλαῖς περιβεβλημένους: ἤλπιζε γὰρ διὰ τῆς τούτων σπουδῆς προτρέψεσθαι τοὺς ἄλλους εἰς τὸ προθύμως κινδυνεύειν ὑπὲρ τῆς τυραννίδος: τοὺς δ᾽ ἀνδραγαθήσαντας μεγάλαις δωρεαῖς ἐτίμησε. πρὸς δὲ τοὺς Συρακοσίους διεπέμπετο περὶ διαλύσεων. [2] δὲ Δίων περὶ μὲν τῶν πρεσβειῶν αἰεί τινας εὐλόγους προφάσεις ποριζόμενος ἀνεβάλλετο, ἐν τοσούτῳ δὲ τὸ λοιπὸν τοῦ τείχους κατασκευάσας μεθ᾽ ἡσυχίας τότε τὰς πρεσβείας μετεπέμπετο, κατεστρατηγηκὼς τοὺς πολεμίους ταῖς τῆς εἰρήνης ἐλπίσιν. γενομένων δὲ λόγων περὶ συλλύσεων Δίων ἀπεκρίθη τοῖς πρέσβεσιν μίαν εἶναι σύλλυσιν, ἐὰν ἀποθέμενος τὴν τυραννίδα βούληται τυχεῖν τιμῶν τινων. δὲ Διονύσιος ὑπερηφάνου τῆς ἀποκρίσεως γενομένης συναγαγὼν τοὺς ἡγεμόνας ἐβουλεύετο πῶς χρὴ τοὺς Συρακοσίους ἀμύνασθαι. [3] πάντων δ᾽ εὐπορῶν πλὴν σίτου καὶ θαλαττοκρατῶν ἐλῄστευε τὴν χώραν καὶ τὰς τροφὰς ἐκ τῶν προνομῶν κακῶς ποριζόμενος ἐξαπέστειλε ναῦς φορτίδας καὶ χρήματα πρὸς τὸν τοῦ σίτου καταγορασμόν. οἱ δὲ Συρακόσιοι ναῦς μακρὰς πολλὰς ἔχοντες καὶ κατὰ τοὺς εὐκαίρους τόπους ἐπιφαινόμενοι πολλὴν τῆς ὑπὸ τῶν ἐμπόρων κομιζομένης ἀγορᾶς παρῃροῦντο. καὶ τὰ μὲν περὶ τὰς Συρακούσσας ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: