previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

32.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Θουδήμου Ῥωμαῖοι κατέστησαν ὑπάτους Μάρκον Πόπλιον καὶ Μάρκον Φάβιον. ἐπὶ δὲ τούτων Βοιωτοὶ νενικηκότες τοὺς Φωκεῖς καὶ νομίσαντες τὸν αἰτιώτατον τῆς ἱεροσυλίας Φιλόμηλον ὑπὸ θεῶν καὶ ἀνθρώπων κεκολασμένον ἀποτρέψειν τοὺς ἄλλους ἀπὸ τῆς ὁμοίας κακίας ἀνέζευξαν εἰς τὴν οἰκείαν. [2] οἱ δὲ Φωκεῖς ἀπολυθέντες τοῦ πολέμου κατὰ τὸ παρὸν ἐπανῆλθον εἰς Δελφοὺς καὶ συνελθόντες μετὰ τῶν συμμάχων εἰς κοινὴν ἐκκλησίαν ἐβουλεύοντο περὶ τοῦ πολέμου. οἱ μὲν οὖν ἐπιεικέστατοι πρὸς τὴν εἰρήνην ἔρρεπον, οἱ δ᾽ ἀσεβεῖς καὶ τόλμῃ καὶ πλεονεξίᾳ διαφέροντες ἐφρόνουν τὰ ἐναντία καὶ περιεβλέποντο ζητοῦντες τὸν συνηγορήσοντα ταῖς σφετέραις παρανομίαις. [3] Ὀνόμαρχος δὲ πεφροντισμένον λόγον διελθὼν ὑπὲρ τοῦ τηρεῖν τὴν ἐξ ἀρχῆς προαίρεσιν προετρέψατο τὰ πλήθη πρὸς τὸν πόλεμον, οὐχ οὕτω τοῦ κοινῇ συμφέροντος προνοηθεὶς, ὡς τὸ ἴδιον λυσιτελὲς προκρίνας: πολλαῖς γὰρ καὶ μεγάλαις δίκαις ὑπὸ τῶν Ἀμφικτυόνων ἦν καταδεδικασμένος ὁμοίως τοῖς ἄλλοις καὶ τὰ ὀφλήματα οὐκ ἐκτετικώς. διόπερ ὁρῶν αἰρετώτερον αὐτῷ τὸν πόλεμον ὄντα τῆς εἰρήνης εὐλόγως τοὺς Φωκεῖς καὶ συμμάχους παρώξυνε τηρεῖν τὴν ὑπόστασιν τοῦ Φιλομήλου. [4] αἱρεθεὶς δὲ στρατηγὸς αὐτοκράτωρ μισθοφόρων τε πλῆθος ἤθροιζε καὶ τὰς τῶν τετελευτηκότων τάξεις ἀναπληρώσας καὶ τῷ πλήθει τῶν ξενολογηθέντων αὐξήσας τὴν δύναμιν μεγάλας παρασκευὰς ἐποιεῖτο συμμάχων καὶ τῶν ἄλλων τῶν εἰς πόλεμον χρησίμων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: