previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

80. καινοποιηθείσης δὲ τῆς μάχης καὶ τῶν Φοινίκων τῷ πλήθει περιχεομένων τοὺς Ἕλληνας ἄφνω πολὺς ἐκ τοῦ περιέχοντος ὄμβρος κατερράγη καὶ χαλάζης εὐμεγέθους πλῆθος, ἀστραπαί τε καὶ βρονταὶ μετὰ πνευμάτων μεγάλων κατέσκηπτον: καὶ τούτων ἁπάντων θυελλοφορουμένων τοῖς μὲν Ἕλλησι κατὰ νώτου, τοῖς δὲ βαρβάροις κατὰ πρόσωπον οἱ μὲν περὶ τὸν Τιμολέοντα τὸ σύμπτωμα ῥᾳδίως ὑπέμενον, οἱ δὲ Φοίνικες τὸ μέγεθος τῆς περιστάσεως φέρειν ἀδυνατοῦντες, ἅμα δὲ καὶ τῶν Ἑλλήνων ἐπικειμένων, πρὸς φυγὴν ὥρμησαν. [2] πάντων δ᾽ ἐπὶ τὸν ποταμὸν τρεπομένων, ἀναμὶξ ἱππέων τε καὶ πεζῶν, καὶ τῶν ἁρμάτων ἅμα τούτοις φυρομένων οἱ μὲν ὑπ᾽ ἀλλήλων συμπατούμενοι καὶ τοῖς τῶν συμμάχων ξίφεσι καὶ λόγχαις περιπειρόμενοι τὴν συμφορὰν ἔσχον ἀβοήθητον, οἱ δ᾽ ὑπὸ τῶν παρὰ τοῖς πολεμίοις ἱππέων εἰς τὸ τοῦ ποταμοῦ ῥεῖθρον ἀγεληδὸν συνελαυνόμενοι καὶ κατὰ νώτου τὰς πληγὰς λαμβάνοντες ἀπέθνησκον. [3] πολλοὶ δὲ ἄνευ πολεμίας πληγῆς διεφθείροντο σωρευομένων τῶν σωμάτων διά τε τὸν φόβον καὶ τὸ πλῆθος καὶ διὰ τὰς ἐν τῷ ῥείθρῳ δυσχερείας. τὸ δὲ μέγιστον, λάβρων γεγενημένων τῶν ὄμβρων ποταμὸς βιαιοτέρῳ τῷ ῥεύματι καταφερόμενος πολλοὺς ἐβάπτιζε καὶ μετὰ τῶν ὅπλων διανηχομένους διέφθειρε. [4] τέλος δὲ τῶν Καρχηδονίων οἱ μὲν τὸν ἱερὸν λόχον ἀναπληροῦντες καὶ τὸν μὲν ἀριθμὸν ὄντες δισχίλιοι καὶ πεντακόσιοι, ταῖς δ᾽ ἀρεταῖς καὶ δόξαις, ἔτι δὲ ταῖς οὐσίαις πρωτεύοντες ἅπαντες ἀγωνισάμενοι λαμπρῶς κατεκόπησαν. [5] τῶν δ᾽ ἄλλων τῶν συστρατευομένων αὐτοῖς ἀπέθανον πλείους τῶν μυρίων, αἰχμάλωτοι δ᾽ ἐλήφθησαν οὐκ ἐλάττους τῶν μυρίων καὶ πεντακισχιλίων. τῶν δὲ ἁρμάτων τὰ μὲν πολλὰ συνετρίβη κατὰ τὸν ἀγῶνα, διακόσια δ᾽ ἥλω: τὰ δὲ σκευοφόρα καὶ τὰ ζεύγη καὶ τὰ πλήθη τῶν ἁμαξῶν ὑποχείρια τοῖς Ἕλλησιν ἐγένετο. [6] τῶν δ᾽ ὅπλων τὰ πολλὰ μὲν ὑπὸ τοῦ ποταμοῦ διεφθάρη, ἐπὶ δὲ τὴν τοῦ Τιμολέοντος σκηνὴν χίλιοι μὲν θώρακες, ἀσπίδες δὲ πλείους τῶν μυρίων ἀπηνέχθησαν. τούτων δ᾽ ὕστερον τὰ μὲν ἐν τοῖς ἐν Συρακούσσαις ναοῖς ἀνετέθη, τὰ δὲ τοῖς συμμάχοις διεμερίσθη, τινὰ δ᾽ εἰς Κόρινθον Τιμολέων ἀπέστειλε, προστάξας εἰς τὸ τοῦ Ποσειδῶνος ἱερὸν ἀναθεῖναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: