previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

106.

μόγις δὲ περάσας τὴν ἔρημον ἧκεν εἰς χώραν οἰκουμένην καὶ πάντων τῶν χρησίμων εὐποροῦσαν. ἐν ταύτῃ δὲ προσαναλαβὼν τὴν δύναμιν ἐφ᾽ ἑπτὰ μὲν ἡμέρας προῄει κεκοσμημένῃ τῇ δυνάμει πανηγυρικῶς καὶ Διονύσῳ κῶμον ἤγαγεν ἑορτάζων καὶ μέθῃ καὶ πότοις χρώμενος κατὰ τὴν ὁδοιπορίαν. [2] ἀπὸ τούτων δὲ γενόμενος, ἀκούσας ὅτι πολλοὶ τῶν βιαίως καὶ ὑβριστικῶς κεχρημένων ταῖς ἐξουσίαις παρανενομήκασι, πολλοὺς τῶν τε σατραπῶν καὶ στρατηγῶν τιμωρίας ἠξίωσεν. τῆς δ᾽ εἰς τοὺς παρανενομηκότας ἡγεμόνας μισοπονηρίας διαβοηθείσης πολλοὶ τῶν στρατηγῶν συνειδότες ἑαυτοῖς ὕβρεις καὶ παρανομίας εἰς φόβον ἐνέπιπτον καὶ τινὲς μὲν μισθοφόρους ἔχοντες ἀφίσταντο τοῦ βασιλέως, τινὲς δὲ χρήματα συσκευασάμενοι δρασμοὺς ἐποιοῦντο. [3] ταῦτα δὲ πυνθανόμενος βασιλεὺς πρὸς πάντας τοὺς κατὰ τὴν Ἀσίαν στρατηγοὺς καὶ σατράπας ἔγραψεν, ἐπειδὰν ἀναγνῶσι τὴν ἐπιστολήν, παραχρῆμα πάντας τοὺς μισθοφόρους ἀπολῦσαι. [4]

κατὰ δὲ τοῦτον τὸν καιρὸν τοῦ βασιλέως διατρίβοντος ἔν τινι παραθαλαττίῳ πόλει ὀνομαζομένῃ Σαλμοῦντι καὶ σκηνικοὺς ἀγῶνας ἐν τῷ θεάτρῳ ποιοῦντος κατέπλευσαν οἱ δι᾽ Ὠκεανοῦ πλεῖν τὴν παραθαλάττιον ἀπεσταλμένοι καὶ παραχρῆμα εἰς τὸ θέατρον παρελθόντες τόν τε Ἀλέξανδρον ἠσπάσαντο καὶ περὶ τῶν πεπραγμένων ἀπήγγειλαν. [5] οἱ δὲ Μακεδόνες ἡσθέντες τῇ παρουσίᾳ τῶν ἀνδρῶν κρότῳ μεγάλῳ τὸ γεγονὸς ἐπεσημήναντο καὶ πᾶν τὸ θέατρον μεστὸν ἦν χαρᾶς ἀνυπερβλήτου. [6] οἱ δὲ καταπεπλευκότες ἀπήγγελλον ἀμπώτεις τε καὶ πλήμας παραδόξους γίνεσθαι κατὰ τὸν Ὠκεανὸν καὶ κατὰ μὲν τὰς ἀμπώτεις παραδόξους νήσους τε ὁρᾶσθαι πολλὰς καὶ μεγάλας ἐπ᾽ ἄκρας τῆς παραθαλαττίου χώρας, κατὰ δὲ τὰς πλήμας ἅπαντας τοὺς προειρημένους τόπους κατακλύζεσθαι, πολλοῦ καὶ βιαίου ῥεύματος φερομένου πρὸς τὴν χέρσον, τῆς δ᾽ ἐπιφανείας ἀφρῷ πολλῷ λευκαινομένης. τὸ δὲ παραδοξότατον, κήτεσι πολλοῖς καὶ τὸ μέγεθος ἀπίστοις συγκεκυρηκέναι: [7] ταῦτα δὲ φοβηθέντας αὐτοὺς τὸ μὲν πρῶτον ἀπελπίσαι τὸ ζῆν ὡς αὐτίκα μάλα μετὰ τῶν σκαφῶν διαφθαρησομένους, μετὰ δὲ ταῦτα ἐξ ἁπάντων μιᾶς φωνῆς γινομένης καὶ διὰ τῶν ὅπλων πολλοῦ συντελουμένου ψόφου, πρὸς δὲ τούτοις τῶν σαλπίγγων ἐνιεμένων τῷ παραδόξῳ πτοηθῆναι τὰ θηρία καὶ δῦναι πρὸς βυθόν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: