previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

116.

μετὰ δὲ τὴν ἐκφορὰν εἰς ἀνέσεις καὶ πανηγυρικὸν βίον ἐκτραπέντος τοῦ βασιλέως, δοκοῦντος ἰσχύειν τότε πλεῖστον καὶ μάλιστ᾽ εὐδαιμονεῖν, πεπρωμένη συνῄρει τὸν ὑπὸ τῆς φύσεως αὐτῷ συγκεχωρημένον τοῦ ζῆν χρόνον. εὐθὺ δὲ καὶ τὸ θεῖον ἐσήμαινε τὴν τελευτὴν αὐτοῦ, πολλῶν καὶ παραδόξων οἰωνῶν καὶ σημείων συντελουμένων. [2] τοῦ γὰρ βασιλέως ἀλειφομένου καὶ τῆς βασιλικῆς ἐσθῆτος καὶ διαδήματος ἐπί τινος θρόνου τεθέντος τῶν ἐγχωρίων τις δεδεμένος ἐλύθη τὰς πέδας αὐτομάτως καὶ λαθὼν τοὺς φύλακας διῆλθε διὰ τῶν τῆς αὐλῆς θυρῶν ἀνεπικωλύτως. [3] προσελθὼν δὲ τῷ θρόνῳ καὶ τὴν βασιλικὴν ἐνδυσάμενος ἐσθῆτα καὶ τὸ διάδημα περιθέμενος ἐκάθισεν ἐπὶ τὸν θρόνον καὶ τὴν ἡσυχίαν ἦγε. γνωσθείσης δὲ τῆς πράξεως βασιλεὺς καταπλαγεὶς τὸ παράδοξον προσῆλθε τῷ θρόνῳ καὶ χωρὶς καταπλήξεως ἡσυχῇ τὸν ἄνθρωπον ἀνέκρινε τίς ὢν καὶ τί βουλόμενος τοῦτο ἔπραξε. [4] τοῦ δὲ εἰπόντος μηδὲν ἁπλῶς γινώσκειν τοῖς μάντεσι προσαναθέμενος περὶ τοῦ σημείου τοῦτον μὲν κατὰ τὴν ἐκείνων κρίσιν ἀπέκτεινεν, ὅπως τὰ σημαινόμενα δυσχερῆ εἰς ἐκεῖνον τρέπηται, αὐτὸς δὲ ἀναλαβὼν τὴν ἐσθῆτα καὶ θεοῖς ἀποτροπαίοις θύσας ἐν ἀγωνίᾳ καθειστήκει καὶ τῆς τῶν Χαλδαίων προρρήσεως ἐμνημόνευσε καὶ τοὺς μὲν συμπείσαντας φιλοσόφους παρελθεῖν εἰς τὴν Βαβυλῶνα κατεμέμφετο, τὴν δὲ τέχνην τῶν Χαλδαίων καὶ τὴν τῶν ἀνδρῶν ἀγχίνοιαν ἐθαύμαζε, καθόλου δὲ τοὺς ταῖς εὑρησιλογίαις κατασοφιζομένους τὴν δύναμιν τῆς πεπρωμένης ἐβλασφήμει. [5] μετ᾽ ὀλίγον δὲ ἄλλο σημεῖον αὐτῷ περὶ τῆς βασιλείας τὸ δαιμόνιον ἐπέστησε. βουλομένου γὰρ αὐτοῦ θεάσασθαι τὴν περὶ τὴν Βαβυλῶνα λίμνην καὶ πλέοντος μετὰ τῶν φίλων ἔν τισιν ἀκάτοις ἐφ᾽ ἡμέρας μέν τινας ἀποσχισθείσης τῆς νεὼς ἀπὸ τῶν ἄλλων σκαφῶν ἐπλανήθη μόνος, ὥστε καὶ τὴν σωτηρίαν ἀπογνῶναι: [6] ἔπειτα διά τινος αὐλῶνος στενοῦ καὶ συμπεπυκασμένου δένδρεσι διαπλέοντος καὶ τῶν μὲν ὑπερκειμένων, τοῦ δὲ διαδήματος ὑπὸ τούτων ἀρθέντος καὶ πάλιν εἰς τὴν λίμνην πεσόντος εἷς τῶν ἐρετῶν προσνηξάμενος καὶ βουλόμενος ἀσφαλῶς σῶσαι τὸ διάδημα προσέθετο τῇ κεφαλῇ καὶ προσενήξατο τῷ πλοίῳ. [7] τρεῖς δὲ ἡμέρας καὶ τὰς ἴσας νύκτας διαπλανηθεὶς διεσώθη καὶ τὸ διάδημα περιθέμενος ἀνελπίστως πάλιν τοῖς μάντεσι προσανέφερε περὶ τῶν προσημαινομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: