previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

118. φασὶ γὰρ Ἀντίπατρον ἐπὶ τῆς Εὐρώπης στρατηγὸν ὑπ᾽ αὐτοῦ καταλειφθέντα διενεχθῆναι πρὸς Ὀλυμπιάδα τὴν μητέρα τοῦ βασιλέως καὶ τὸ μὲν πρῶτον καταφρονεῖν αὐτῆς διὰ τὸ μὴ προσδέχεσθαι τὸν Ἀλέξανδρον τὰς κατ᾽ αὐτοῦ διαβολάς, ὕστερον δ᾽ αἰεὶ τῆς ἔχθρας αὐξομένης, τοῦ βασιλέως διὰ τὸ πρὸς τὸ θεῖον εὐσεβὲς πάντα βουλομένου τῇ μητρὶ χαρίζεσθαι, πολλὰς ἐμφάσεις διδόναι τῆς πρὸς αὐτὸν ἀλλοτριότητος: πρὸς δὲ τούτοις τῆς Παρμενίωνος καὶ Φιλώτου σφαγῆς φρίκην ἐμποιούσης τοῖς φίλοις διὰ τοῦ ἰδίου υἱοῦ τεταγμένου περὶ τὸν κύαθον δοῦναι πιεῖν θανάσιμον φάρμακον τῷ βασιλεῖ. [2] μετὰ δὲ τὴν τελευτὴν πλεῖστον ἰσχύσαντος τῶν κατὰ τὴν Εὐρώπην καὶ μετὰ ταῦτα Κασάνδρου τοῦ υἱοῦ διαδεξαμένου τὴν βασιλείαν πολλοὺς συγγραφεῖς μὴ τολμᾶν γράψαι περὶ τῆς φαρμακείας. φανερὸν δὲ γεγονέναι Κάσανδρον δι᾽ αὐτῶν τῶν πράξεων ἀλλοτριώτατα διακείμενον τοῖς Ἀλεξάνδρου πράγμασι: τήν τε γὰρ Ὀλυμπιάδα φονεύσαντα ἄταφον ῥῖψαι καὶ τὰς ὑπ᾽ ἐκείνου κατασκαφείσας Θήβας ἀνοικίσαι μετὰ πολλῆς σπουδῆς. [3]

μετὰ δὲ τὴν τοῦ βασιλέως τελευτὴν Σισύγγαμβρις Δαρείου μήτηρ, πολλὰ καταθρηνήσασα τήν τε Ἀλεξάνδρου τελευτὴν καὶ τὴν ἑαυτῆς ἐρημίαν, ἐπὶ τῆς ἐσχάτης τοῦ βίου γραμμῆς πρὸς τροφὴν ἐγκαρτερήσασα πεμπταία κατέστρεψε τὸν βίον, ἐπιλύπως μέν, οὐκ ἀκλεῶς δὲ προεμένη τὸ ζῆν. [4] ἡμεῖς δὲ ἐπὶ τὴν Ἀλεξάνδρου τελευτὴν παρόντες κατὰ τὴν ἐν ἀρχῇ τῆς βίβλου πρόθεσιν τὰς τῶν διαδεξαμένων πράξεις ἐν ταῖς ἑπομέναις βίβλοις πειρασόμεθα διεξιέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: