previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

37.

τῶν δὲ βασιλέων Δαρεῖος μὲν κατὰ κράτος ἡττημένος εἰς φυγὴν ὥρμησεν καὶ μεταλαμβάνων ἄλλον ἐξ ἄλλου τῶν ἀρίστων ἵππων κατὰ κράτος ἤλαυνε, διαφυγεῖν σπεύδων τὰς Ἀλεξάνδρου χεῖρας καὶ τῶν ἄνω σατραπειῶν ἅψασθαι προαιρούμενος: [2] Ἀλέξανδρος δὲ μετὰ τῆς ἑταιρικῆς ἵππου καὶ τῶν ἄλλων ἀρίστων ἱππέων ἐποιεῖτο τὸν διωγμόν, σπεύδων ἐγκρατὴς γενέσθαι τοῦ Δαρείου. διανύσας δὲ σταδίους διακοσίους ἀνέκαμψεν εἰς τὴν παρεμβολὴν περὶ μέσας νύκτας, τοῖς δὲ λουτροῖς θεραπεύσας τὸν ἐκ τῆς κακοπαθείας κόπον ἐτρέπετο πρὸς ἄνεσιν καὶ δειπνοποιίαν. [3] πρὸς δὲ τὴν γυναῖκα καὶ τὴν μητέρα τοῦ Δαρείου προσελθών τις ἀπήγγειλεν ὅτι πάρεστιν Ἀλέξανδρος ἀπὸ τοῦ διωγμοῦ, τὸν Δαρεῖον ἐσκυλευκώς. ἔνθα δὴ κραυγῆς μεγάλης καὶ κλαυθμοῦ περὶ τὰς γυναῖκας γενομένου καὶ τοῦ πλήθους τῶν αἰχμαλώτων διὰ τὴν ἀπαγγελίαν συμπενθοῦντος καὶ πολὺν ὀδυρμὸν προϊεμένου, πυθόμενος βασιλεὺς τὸ περὶ τὰς γυναῖκας πάθος ἐξέπεμψεν ἕνα τῶν φίλων Λεοννάτον καταπαύσοντα τὴν ταραχὴν καὶ παραμυθησόμενον τὰς περὶ τὴν Σισύγγαμβριν καὶ δηλώσοντα διότι Δαρεῖος μὲν ζῇ, δ᾽ Ἀλέξανδρος ἐπιμέλειαν αὐτῶν ποιήσεται τὴν προσήκουσαν καὶ διότι πρῲ βούλεται προσαγορεῦσαί τε αὐτὰς καὶ διὰ τῶν ἔργων ἀποδείξασθαι τὴν ἰδίαν φιλανθρωπίαν. [4] αἱ μὲν οὖν αἰχμαλωτίδες προσπεσούσης αὐταῖς παραδόξου καὶ παντελῶς ἀπηλπισμένης εὐτυχίας τόν τε Ἀλέξανδρον ὡς θεὸν προσεδέξαντο καὶ τῶν ὀδυρμῶν ἀπηλλάγησαν. [5] δὲ βασιλεὺς ἅμ᾽ ἡμέρᾳ λαβὼν ἕνα τῶν φίλων τὸν μάλιστα τιμώμενον Ἡφαιστίωνα παρῆλθε πρὸς τὰς γυναῖκας. ἐχόντων δ᾽ ἀμφοτέρων ἐσθῆτας μὲν ὁμοίας, τῷ μεγέθει δὲ καὶ κάλλει προέχοντος τοῦ Ἡφαιστίωνος Σισύγγαμβρις τοῦτον ὑπολαβοῦσα εἶναι τὸν βασιλέα προσεκύνησεν: διανευόντων δ᾽ αὐτῇ τῶν παρεστώτων καὶ τῇ χειρὶ δεικνύντων τὸν Ἀλέξανδρον μὲν Σισύγγαμβρις αἰδεσθεῖσα τὴν ἄγνοιαν πάλιν ἐξ ἀρχῆς προσεκύνει τὸν Ἀλέξανδρον, [6] δὲ βασιλεὺς ὑπολαβὼν εἶπεν μηδὲν φροντίσῃς, μῆτερ: καὶ γὰρ καὶ οὗτος Ἀλέξανδρός ἐστιν. οὐ μὴν ἀλλὰ τὴν πρεσβῦτιν μητέρα προσαγορεύσας διὰ τῆς φιλανθρωποτάτης προσηγορίας προεσήμαινε τοῖς προητυχηκόσι τὴν μέλλουσαν ἔσεσθαι φιλανθρωπίαν. διαβεβαιωσάμενος δ᾽ αὐτὴν ὑπάρξειν δευτέραν μητέρα τοῖς ἔργοις εὐθὺς ἐκύρωσε τὴν διὰ τῶν λόγων ἐπαγγελίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: