previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

42. μετὰ δὲ ταῦτα οἱ μὲν Τύριοι τὴν αὔξησιν τοῦ χώματος εὐλαβηθέντες ἐπλήρωσαν πολλὰ τῶν ἐλαττόνων σκαφῶν ὀξυβελῶν τε καὶ καταπελτῶν καὶ τοξοτῶν καὶ σφενδονητῶν ἀνδρῶν καὶ προσπλεύσαντες τοῖς ἐργαζομένοις τὸ χῶμα πολλοὺς μὲν κατέτρωσαν, οὐκ ὀλίγους δὲ ἀπέκτειναν: [2] εἰς ἀνόπλους γὰρ καὶ πυκνοὺς πολλῶν καὶ παντοίων βελῶν φερομένων οὐδεὶς ἡμάρτανεν, ἑτοίμων καὶ ἀφυλάκτων τῶν σκοπῶν κειμένων. συνέβαινε γὰρ οὐ μόνον κατὰ πρόσωπον τὰ φερόμενα βέλη προσπίπτειν, ἀλλὰ καὶ πρὸς τὰ νῶτα τῶν ἀντιπροσώπων ὄντων ἐν στενῷ χώματι διικνεῖσθαι καὶ μηδένα δύνασθαι διαφυλάξασθαι τοὺς ἐξ ἀμφοτέρων τῶν μερῶν κατατιτρώσκοντας. [3] δ᾽ Ἀλέξανδρος τὸ παράλογον τῆς συμφορᾶς βουλόμενος ὀξέως διορθώσασθαι, πληρώσας πάσας τὰς ναῦς καὶ καθηγούμενος αὐτὸς ἔπλει κατὰ σπουδὴν ἐπὶ τὸν λιμένα τῶν Τυρίων καὶ τὴν ἐπάνοδον τῶν Φοινίκων ὑπετέμνετο. [4] οἱ δὲ βάρβαροι φοβηθέντες μήποτε κυριεύσας τῶν λιμένων καταλάβηται τὴν πόλιν ἔρημον οὖσαν στρατιωτῶν, κατὰ πολλὴν σπουδὴν ἀνέπλεον εἰς τὴν Τύρον. ἀμφοτέρων δὲ διὰ τὴν ὑπερβολὴν τῆς φιλοτιμίας ταῖς εἰρεσίαις πυκναῖς χρωμένων καὶ τῶν Μακεδόνων ἤδη πλησιαζόντων τοῖς λιμέσιν οἱ Φοίνικες παρ᾽ ὀλίγον μὲν ἦλθον τοῦ πάντες ἀπολέσθαι, παρεισπεσόντες δ᾽ ὅμως τῇ βίᾳ καὶ τὰς τελευταίας ναῦς ἀποβαλόντες διεσώθησαν εἰς τὴν πόλιν. [5] δὲ βασιλεὺς μεγάλης ἐπιβολῆς ἀποτυχὼν πάλιν προσεκαρτέρει τῷ χώματι καὶ τῷ πλήθει τῶν νεῶν παρείχετο τοῖς ἐργαζομένοις τὴν ἀσφάλειαν. τῶν δ᾽ ἔργων πλησιαζόντων τῇ πόλει καὶ τῆς ἁλώσεως προσδοκωμένης ἀργέστης ἄνεμος μέγας ἐπεγένετο καὶ τοῦ χώματος πολὺ μέρος ἐλυμήνατο. [6] δ᾽ Ἀλέξανδρος εἰς ἀμηχανίαν ἐμπίπτων διὰ τὴν αὐτόματον τῶν ἔργων φθορὰν μετεμέλετο μὲν ἐπὶ τῇ τῆς πολιορκίας ἐπιβολῇ, ὅμως δὲ τῇ φιλοτιμίᾳ προαγόμενος ἐκ τῆς ὀρεινῆς ἐκκόπτων ὑπερμεγέθη δένδρα παρεκόμιζε καὶ σὺν αὐτοῖς τοῖς κλάδοις ἐγχώσας ἐνέφραξε τὴν βίαν τοῦ κλύδωνος. [7] ταχὺ δ᾽ ἀποκαταστήσας τὰ πεπονηκότα τοῦ χώματος καὶ τῇ πολυχειρίᾳ προκόψας εἰς βέλους ἄφεσιν ἐπέστησε τὰς μηχανὰς ἐπ᾽ ἄκρον τὸ χῶμα καὶ τοῖς μὲν πετροβόλοις κατέβαλλε τὰ τείχη, τοῖς δ᾽ ὀξυβελέσιν ἀνεῖργε τοὺς ἐπὶ τῶν ἐπάλξεων ἐφεστῶτας: συνηγωνίζοντο δὲ τούτοις οἵ τε τοξόται καὶ σφενδονῆται καὶ πολλοὺς τῶν ἐν τῇ πόλει παραβοηθοῦντας κατετίτρωσκον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: