previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

49.

ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησιν Ἀριστοφάνους ἐν Ῥώμῃ κατεστάθησαν ὕπατοι Σπούριος Ποστόμιος καὶ Τῖτος Οὐετούριος. ἐπὶ δὲ τούτων Ἀλέξανδρος βασιλεὺς τὰ περὶ τὴν Γάζαν διοικήσας Ἀμύνταν μὲν μετὰ δέκα νεῶν εἰς Μακεδονίαν ἐξέπεμψε, προστάξας τῶν νέων τοὺς εὐθέτους ἐπιλέξαι πρὸς στρατείαν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως παρῆλθεν εἰς Αἴγυπτον καὶ παρέλαβε πάσας τὰς ἐν αὐτῇ πόλεις χωρὶς κινδύνων: [2] οἱ γὰρ Αἰγύπτιοι τῶν Περσῶν ἠσεβηκότων εἰς τὰ ἱερὰ καὶ βιαίως ἀρχόντων ἄσμενοι προσεδέξαντο τοὺς Μακεδόνας. καταστήσας δὲ τὰ κατὰ τὴν Αἴγυπτον προῆλθεν εἰς Ἄμμωνος, βουλόμενος χρήσασθαι τῷ θεῷ. κατὰ μέσην δὲ τὴν ὁδὸν ἀπήντησαν αὐτῷ πρέσβεις παρὰ Κυρηναίων στέφανον κομίζοντες καὶ μεγαλοπρεπῆ δῶρα, ἐν οἷς ἦγον ἵππους τε πολεμιστὰς τριακοσίους καὶ πέντε τέθριππα τὰ κράτιστα. [3] δὲ τούτους μὲν ἀποδεξάμενος φιλίαν καὶ συμμαχίαν συνέθετο πρὸς αὐτούς, αὐτὸς δὲ μετὰ τῶν συναποδημούντων προῆγεν ἐπὶ τὸ ἱερόν: καὶ διανύσας ἐπὶ τὴν ἔρημον καὶ ἄνυδρον, ὑδρευσάμενος διῄει τὴν χώραν ἔχουσαν ἄμμου μέγεθος ἀέριον. ἐν ἡμέραις δὲ τέσσαρσιν ἐξαναλωθέντων τῶν κομιζομένων ὑδάτων εἰς δεινὴν σπάνιν παρεγένοντο. [4] εἰς ἀθυμίαν οὖν πάντων ἐμπεσόντων ἄφνω πολὺς ὄμβρος ἐξ οὐρανοῦ κατερράγη, τὴν ὑπάρχουσαν τῶν ὑγρῶν ἔνδειαν παραδόξως διωρθούμενος: διὸ καὶ τὸ συμβὰν ἔδοξεν ἀνελπίστως σωθεῖσι θεῶν προνοίᾳ γεγονέναι. [5] ὑδρευσάμενοι δ᾽ ἔκ τινος κοιλάδος, ἐπὶ τέσσαρας ἡμέρας ἔχοντες ἀρκοῦσαν τὴν βοήθειαν καὶ διελθόντες ἡμέρας τέσσαρας διεξεπέρασαν τὴν ἄνυδρον. ἀδήλου δὲ τῆς ὁδοῦ καθεστώσης διὰ τὸ πλῆθος τῆς ἄμμου οἱ καθηγούμενοι τῆς ὁδοῦ προσήγγειλαν τῷ βασιλεῖ διότι κόρακες δεξιοὶ κλάζοντες τὴν τρίβον τῆς ἐπὶ τὸ ἱερὸν φερούσης ἀτραποῦ προσημαίνουσιν. [6] οἰωνισάμενος δὲ τὸ συμβαῖνον Ἀλέξανδρος καὶ διαλαβὼν δέχεσθαι τὸν θεὸν ἀσμένως τὴν παρουσίαν αὐτοῦ προῆγε κατὰ σπουδήν. καὶ τὸ μὲν πρῶτον κατήνυσεν ἐπὶ τὴν πικρὰν καλουμένην λίμνην, μετὰ δὲ ταῦτα πορευθεὶς σταδίους ἑκατὸν παρήλλαξε τὰς ἐπικαλουμένας Ἄμμωνος πόλεις: ἐντεῦθεν δ᾽ ὁδοιπορήσας μίαν ἡμέραν συνήγγισε τῷ τεμένει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: