previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

96. αὐτὸς δὲ μετὰ τῶν φίλων ἐμβὰς εἰς τὰς ναῦς τὸν διὰ τοῦ ποταμοῦ πλοῦν ἐπὶ τὸν Ὠκεανὸν τὸν κατὰ μεσημβρίαν ἐποιεῖτο. τὸ δὲ πολὺ μέρος τῆς δυνάμεως παρὰ τὸν ποταμὸν ὡδοιπόρει, προηγουμένου Κρατεροῦ καὶ Ἡφαιστίωνος. ὡς δ᾽ ἦλθον ἐπὶ τὴν Ἀκεσίνου καὶ Ὑδάσπου συμβολήν, ἐκβιβάσας τοὺς στρατιώτας προῆγεν ἐπὶ τοὺς ὀνομαζομένους Σίβους. [2] τούτους δέ φασιν ἀπογόνους εἶναι τῶν μεθ᾽ Ἡρακλέους ἐπὶ τὴν Ἄορνον πέτραν στρατευσάντων καὶ τῆς μὲν πολιορκίας ἀποτυχόντων, ἐν τούτῳ δὲ τῷ τόπῳ κατοικισθέντων ὑφ᾽ Ἡρακλέους. τοῦ δ᾽ Ἀλεξάνδρου καταστρατοπεδεύσαντος πλησίον ἐπιφανεστάτης πόλεως προῆλθον οἱ δόξῃ πρωτεύοντες τῶν πολιτῶν. ἐντυχόντες δὲ τῷ βασιλεῖ καὶ τὴν συγγένειαν ἀνανεωσάμενοι πάντα ποιήσειν ἔφασαν μετὰ προθυμίας ὡς ἂν συγγενεῖς ὄντες καὶ δῶρα προσεκόμισαν μεγαλοπρεπῆ. [3] δὲ Ἀλέξανδρος ἀποδεξάμενος αὐτῶν τὴν εὔνοιαν καὶ τὰς πόλεις ἀποδείξας ἐλευθέρας προῆγεν ἐπὶ τὰ συνορίζοντα τῶν ἐθνῶν. καταλαβὼν δὲ τοὺς ὀνομαζομένους Ἀγαλασσεῖς ἠθροικότας πεζοὺς μὲν τετρακισμυρίους, ἱππεῖς δὲ τρισχιλίους, συνάψας αὐτοῖς μάχην καὶ νικήσας τοὺς μὲν πλείστους κατέκοψεν, τοὺς δὲ λοιποὺς συμφυγόντας εἰς τὰς πλησίον πόλεις ἐκπολιορκήσας ἐξηνδραποδίσατο. [4] τῶν δὲ ἄλλων ἐγχωρίων συναθροισθέντων δισμυρίους μὲν καταφυγόντας εἰς πόλιν μεγάλην κατὰ κράτος εἷλε, τῶν δ᾽ Ἰνδῶν διαφραξάντων τοὺς στενωποὺς καὶ ἀπὸ τῶν οἰκιῶν μαχομένων εὐρώστως βιαζόμενος ἀπέβαλε τῶν Μακεδόνων οὐκ ὀλίγους. [5] διὰ δὲ τὴν ὀργὴν ἐμπρήσας τὴν πόλιν συγκατέκαυσε τοὺς πλείστους: τῶν δ᾽ ἐγχωρίων τῶν ὑπολειπομένων εἰς τρισχιλίους συμφυγόντας εἰς τὴν ἀκρόπολιν καὶ μεθ᾽ ἱκετηριῶν δεηθέντας ἀπέλυσεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1989)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: