previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αἱ μὲν κατ᾽ ἔθνος, αἱ δὲ κατὰ πόλιν. τῶν δ᾽ ἄλλων Ἑλλήνων οἱ μὲν πρὸς Μακεδόνας ἀπέκλινον, οἱ δὲ τὴν ἡσυχίαν εἵλοντο. Αἰτωλοὶ μὲν οὖν ἅπαντες πρῶτοι συνέθεντο τὴν συμμαχίαν, καθάπερ προείρηται, μετὰ δὲ τούτους Θετταλοὶ μὲν πάντες πλὴν Πελινναίων, Οἰταῖοι δὲ πλὴν Ἡρακλεωτῶν, Ἀχαιοὶ δὲ [p. 335] Φθιῶται πλὴν Θηβαίων, Μηλιεῖς δὲ πλὴν Λαμιέων, ἑξῆς δὲ Δωριεῖς ἅπαντες καὶ Λοκροὶ καὶ Φωκεῖς, ἔτι δ᾽ Αἰνιᾶνες καὶ Ἀλυζαῖοι καὶ Δόλοπες, πρὸς δὲ τούτοις Ἀθαμᾶνες καὶ Λευκάδιοι καὶ Μολοττῶν οἱ περὶ Ἀρυπταῖον: οὗτος δ᾽ ὕπουλον συμμαχίαν συνθέμενος ὕστερον διὰ προδοσίας συνήργησε τοῖς Μακεδόσι. τῶν τ᾽ Ἰλλυριῶν καὶ Θρᾳκῶν ὀλίγοι συνέθεντο συμμαχίαν διὰ τὸ πρὸς τοὺς Μακεδόνας μῖσος. [2] ἑξῆς δὲ συνελάβοντο τοῦ πολέμου Καρύστιοι μὲν ἐξ Εὐβοίας, τελευταῖοι δὲ τῶν Πελοποννησίων Ἀργεῖοι, Σικυώνιοι, Ἠλεῖοι, Μεσσήνιοι καὶ οἱ τὴν Ἀκτὴν κατοικοῦντες. οἱ μὲν οὖν συμμαχίαν συνθέμενοι τῶν Ἑλλήνων ὑπῆρχον οἱ προειρημένοι. [3] δὲ δῆμος ἀπέστελλε στρατιώτας τῷ Λεωσθένει βοηθήσοντας πολιτικοὺς μὲν πεζοὺς πεντακισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, μισθοφόρους δὲ δισχιλίους. τούτων δὲ πορευομένων διὰ τῆς Βοιωτίας ἀλλοτρίους συνέβαινεν εἶναι τοὺς Βοιωτοὺς τοῖς Ἀθηναίοις διὰ τοιαύτας τινὰς αἰτίας. Ἀλέξανδρος Θήβας κατασκάψας τὴν χώραν τοῖς περιοικοῦσι Βοιωτοῖς ἔδωκεν. [4] οὗτοι δὲ κατακληρουχήσαντες τὰς τῶν ἠτυχηκότων κτήσεις ἐκ τῆς χώρας μεγάλας ἐλάμβανον προσόδους. διόπερ εἰδότες ὅτι κρατήσαντες Ἀθηναῖοι τῷ πολέμῳ τοῖς Θηβαίοις ἀποκαταστήσουσι [p. 336] τήν τε κατρίδα καὶ τὴν χώραν, ἀκέκλινον πρὸς τοὺς Μακεδόνας. [5] στρατοπεδευόντων δ᾽ αὐτῶν περὶ τὰς Πλαταιὰς Λεωσθένης μέρος τῆς ἰδίας δυνάμεως ἀναλαβὼν ἧκεν εἰς τὴν Βοιωτίαν. μετὰ δὲ τῶν Ἀθηναίων παραταξάμενος πρὸς τοὺς ἐγχωρίους μάχῃ τε ἐνίκησε καὶ τρόκαιον στήσας ταχέως ἐπανῆλθεν εἰς Πύλας: ἐνταῦθα γὰρ διατρίβων χρόνον τινὰ προκατείληπτο τὰς παρόδους καὶ τὴν τῶν Μακεδόνων δύναμιν ἀνεδέχετο.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
  • Cross-references to this page (8):
    • The Princeton Encyclopedia of Classical Sites, PHARSALOS Thessaly, Greece.
    • Dictionary of Greek and Roman Geography (1854), ATHAMA´NIA
    • Dictionary of Greek and Roman Geography (1854), CARYSTUS
    • Dictionary of Greek and Roman Geography (1854), EUIA
    • Dictionary of Greek and Roman Geography (1854), MALIS
    • Dictionary of Greek and Roman Geography (1854), PELINNA
    • Dictionary of Greek and Roman Geography (1854), SI´CYON
    • Dictionary of Greek and Roman Geography (1854), THEBAE PHTHIO´TIDES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: