previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τὴν Ἀσίαν τῶν μεμερισμένων τὰς σατραπείας Πτολεμαῖος μὲν ἀκινδύνως παρέλαβε τὴν Αἴγυπτον καὶ τοῖς μὲν ἐγχωρίοις φιλανθρώπως προσεφέρετο, παραλαβὼν δὲ ὀκτακισχίλια τάλαντα μισθοφόρους ἤθροιζε καὶ δυνάμεις παρεσκευάζετο: συνέτρεχε δὲ καὶ φίλων πλῆθος πρὸς αὐτὸν διὰ τὴν ἐπιείκειαν. [2] πρὸς δὲ Ἀντίπατρον διαπρεσβευόμενος κοινοπραγίαν συνέθετο, σαφῶς εἰδὼς ὅτι Περδίκκας ἐπιβαλεῖται παρελέσθαι τὴν τῆς Αἰγύπτου σατραπείαν. Λυσίμαχος δ᾽ ἐπιβαλὼν τοῖς κατὰ τὴν Θρᾴκην τόποις καὶ καταλαβὼν Σεύθην τὸν βασιλέα κατεστρατοπεδευκότα πεζοῖς μὲν δισμυρίοις, ἱππεῦσι δ᾽ ὀκτακισχιλίοις οὐ κατεπλάγη τὸ μέγεθος τῆς δυνάμεως. ἔχων δὲ τοὺς σύμπαντας πεζοὺς μὲν οὐ πλείους τῶν τετρακισχιλίων, ἱππεῖς δὲ δισχιλίους συνῆψε μάχην τοῖς βαρβάροις. [3] ταῖς μὲν οὖν ἀνδραγαθίαις προεῖχεν αὐτῶν, τοῖς δὲ πλήθεσι λειπόμενος καρτερὰν μάχην συνεστήσατο καὶ πολλοὺς μὲν τῶν ἰδίων ἀποβαλών, πολλαπλασίους δ᾽ ἀποκτείνας ἐπανῆλθεν εἰς τὴν στρατοπεδείαν ἀμφίδοξον ἔχων τὴν [p. 340] νίκην. [4] τότε μὲν οὖν ἐχωρίσθησαν ἐκ τῶν τόπων αἱ παρ᾽ ἀμφοτέροις δυνάμεις καὶ παρασκευὰς μείζους ἐποιοῦντο πρὸς τὴν τῶν ὅλων ἐπίθεσιν. Λεοννάτος δέ, παραγενομένου πρὸς αὐτὸν Ἑκαταίου πρεσβευτοῦ καὶ δεομένου βοηθῆσαι τὴν ταχίστην Ἀντιπάτρῳ καὶ Μακεδόσιν, ἐπηγγείλατο συμμαχήσειν. [5] διαβὰς οὖν εἰς τὴν Εὐρώπην καὶ καταντήσας εἰς Μακεδονίαν προσελάβετο πολλοὺς στρατιώτας Μακεδόνας: ἀθροίσας δὲ τοὺς ἅπαντας πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ χιλίους καὶ πεντακοσίους προῆγεν διὰ τῆς Θετταλίας ἐπὶ τοὺς πολεμίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: