previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἡμεῖς δ᾽ ἐπεὶ τὰς κατὰ τὸν Λαμιακὸν πόλεμον ἐπιτελεσθείσας πράξεις διήλθομεν, μεταβησόμεθα πρὸς τὸν ἐν τῇ Κυρήνῃ γενόμενον πόλεμον, ἵνα μὴ μακρὰν τοῖς χρόνοις ἀποπλανῶμεν τὸ σύνεχὲς τῆς ἱστορίας. ἀναγκαῖον δ᾽ ἐστὶ βραχὺ τοῖς χρόνοις προσαναδραμεῖν, ὅπως σαφεστέρας ποιήσωμεν τὰς κατὰ μέρος πράξεις. [2] Ἁρπάλου γὰρ τὸν ἐκ τῆς Ἀσίας δρασμὸν ποιησαμένου καὶ καταπλεύσαντος εἰς Κρήτην μετὰ τῶν μισθοφόρων, καθάπερ ἐν τῇ πρὸ ταύτης βύβλῳ δεδηλώκαμεν, Θίβρων, εἷς τῶν φίλων νομιζόμενος, δολοφονήσας τὸν Ἅρπαλον κύριος ἐγένετο τῶν τε χρημάτων καὶ τῶν στρατιωτῶν, [3] ὄντων ἑπτακισχιλίων. ὁμοίως δὲ καὶ τῶν νεῶν ἐγκρατὴς γενόμενος καὶ τοὺς στρατιώτας εἰς ταύτας θέμενος κατέπλευσεν εἰς τὴν χώραν τῶν Κυρηναίων. ἀνειληφὼς δὲ μεθ᾽ αὑτοῦ τοὺς ἐκ τῆς Κυρήνης φυγάδας καὶ τούτους ἔχων καθηγουμένους τῆς ἐπιβουλῆς διὰ τὴν τῶν τόπων ἐμπειρίαν, ἀπαντησάντων τῶν Κυρηναίων καὶ μάχης γενομένης Θίβρων νικήσας πολλοὺς μὲν ἀπέκτεινεν, οὐκ ὀλίγους δ᾽ ἐζώγρησε. [4] κυριεύσας δὲ τοῦ λιμένος καὶ πολιορκήσας καὶ καταπληξάμενος τοὺς Κυρηναίους ἠνάγκασεν ὁμολογίας ποιήσασθαι ὥστε αὐτοὺς δοῦναι ἀργυρίου τάλαντα [p. 349] πεντακόσια, τῶν δὲ ἁρμάτων τά ἡμίση πρὸς τὰς στρατείας συνεκπέμπειν. [5] διεπρεσβεύσατο δὲ καὶ πρὸς τὰς ἄλλας πόλεις, ἀξιῶν συμμαχεῖν ὡς μέλλοντος αὐτοῦ τὴν πλησιόχωρον Λιβύην καταστρέφεσθαι. διήρπασε δὲ καὶ τῶν ἐμπόρων τὰ καταληφθέντα χρήματα ἐν τῷ λιμένι καὶ τοῖς στρατιώταις εἰς διαρπαγὴν ἔδωκεν, ἐκκαλούμενος αὐτῶν τὰς προθυμίας εἰς τὸν πόλεμον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: