previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὕτω δὲ τῶν πραγμάτων τῷ Θίβρωνι προχωρούντων τύχη ταχὺ μεταβαλοῦσα ἐταπείνωσεν αὐτὸν διὰ τοιαύτας αἰτίας. τῶν ἡγεμόνων τῶν παρ᾽ αὐτῷ τις Κρὴς μὲν τὸ γένος, ὄνομα δὲ Μνασικλῆς, ἐμπειρίαν δ᾽ ἔχων τῶν πολεμικῶν πράξεων διηνέχθη πρὸς αὐτόν, ἐγκαλέσας μὲν περὶ τοῦ μερισμοῦ τῶν λαφύρων, καὶ φύσει ταραχώδης ὢν καὶ θρασὺς ηὐτομόλησε πρὸς τοὺς Κυρηναίους. [2] κατηγορήσας δὲ πολλὰ τοῦ Θίβρωνος εἰς ὠμότητα καὶ ἀπιστίαν ἔπεισε λῦσαι τὰς ὁμολογίας καὶ τῆς ἐλευθερίας ἀντέχεσθαι. διὸ καὶ ταλάντων ἑξήκοντα μόνον ἀποδεδομένων, τῶν δὲ λοιπῶν χρημάτων οὐ διδομένων μὲν Θίβρων ἐγκαλέσας τοῖς ἀφεστηκόσι συνέλαβε τῶν Κυρηναίων τοὺς παρόντας ἐν τῷ λιμένι, ὄντας περὶ ὀγδοήκοντα, εὐθὺ δὲ τὴν δύναμιν ἐπαγαγὼν ἐπὶ τὴν πόλιν ἐπολιόρκει τὴν Κυρήνην: οὐδὲν δὲ δυνάμενος πρᾶξαι πάλιν πρὸς τὸν λιμένα ἐπανῆλθε. [3] τῶν δὲ Βαρκαίων καὶ τῶν Ἑσπεριτῶν συμμαχούντων τῷ Θίβρωνι Κυρηναῖοι μέρος μὲν [p. 350] τῆς δυνάμεως ἀπέλιπον ἐν τῇ Κυρήνῃ, τῷ μέρει δὲ στρατεύσαντες ἐπόρθουν τὴν τῶν ἀστυγειτόνων χώραν. [4] τούτων δ᾽ ἐπικαλεσαμένων βοηθεῖν τὸν Θίβρωνα ἅπαντας τοὺς στρατιώτας ἐξήγαγεν ἐπὶ τὴν συμμαχίαν. καθ᾽ ὃν δὴ χρόνον Κρὴς συλλογισάμενος τὴν ἐρημίαν τοῦ λιμένος ἔπεισε τοὺς ἐν Κυρήνῃ καταλειφθέντας ἐπιθέσθαι τῷ λιμένι. [5] ὑπακουσάντων δ᾽ εὐδὺς αὐτὸς καθηγούμενος ἐπέθετο τῷ λιμένι καὶ διὰ τὴν ἀπουσίαν τοῦ Θίβρωνος ῥᾳδίως ἐγκρατὴς γενόμενος τὰ περιλειπόμενα τῶν φορτίων ἀποκατέστησε τοῖς ἐμπόροις καὶ τὸν λιμένα φιλοτίμως ἐτήρει. [6] δὲ Θίβρων τὸ μὲν πρῶτον ἀθύμως εἶχεν, ἀπολωλεκὼς τόπον ἐπίκαιρον καὶ τὰς τῶν στρατιωτῶν ἀποσκευάς: μετὰ δὲ ταῦτα θαρσήσας δαὶ τὴν πόλιν τὴν ὀνομαζομένην Ταύχειρα ἐκπολιορκήσας ἀνέδραμε ταῖς ἐλπίσι. μετ᾽ ὀλίγον δὲ πάλιν αὐτὸν συνέβη περιπεσεῖν μεγαλοις ἐλαττώμασιν. [7] οἱ γὰρ ἐν ταῖς ναυσὶν ὄντες τοῦ λιμένος ἐστερημένοι, τροφῆς δὲ ἀποροῦντες εἰώθεισαν καθ᾽ ἡμέραν ἐπὶ τὴν χώραν ἐξιέναι καὶ τὰς τροφὰς ἐκ ταύτης πορίζεσθαι. οἱ δὲ Λίβυες ἐνεδρεύσαντες αὐτοὺς πλανωμένους κατὰ τὴν χώραν πολλοὺς μὲν ἀπέκτειναν, οὐκ ὀλίγους δ᾽ ἐζώγρησαν: οἱ δὲ περιλειφθέντες ἐκ τοῦ κινδύνου καταφυγόντες εἰς τὰς ναῦς ἀπέπλεον εἰς τὰς συμμαχίδας πόλεις. ἐπιγενομένου δὲ μεγάλου [p. 351] πνεύματος αἱ πλεῖσται μὲν ὑπὸ τῆς θαλάσσης κατεπόθησαν, τῶν δ᾽ ἄλλων αἱ μὲν εἰς Κύπρον, αἱ δ᾽ εἰς Αἴγυπτον ἀπερρίφησαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: