previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μεσοπορούντων δ᾽ αὐτῶν ἐπεφάνησαν οἱ περὶ τὸν Πτολεμαῖον δρόμῳ προσιόντες πρὸς τὴν τοῦ πολίσματος ἐπικουρίαν. φθασάντων δ᾽ αὐτῶν καὶ παρεισπεσόντων εἰς τὸ χωρίον καὶ διά τε τῶν σαλπίγγων καὶ βοῆς φανερὰν ποιησάντων τὴν ἑαυτῶν παρουσίαν οἱ μὲν περὶ τὸν Περδίκκαν οὐ κατεπλάγησαν, ἀλλὰ τολμηρῶς προσῆγον τοῖς τειχίσμασιν. [2] εὐθὺ δ᾽ οἱ μὲν ὑπασπισταὶ προσθέμενοι τὰς κλίμακας ἀνέβαινον, οἱ δ᾽ ἐπὶ τῶν ἐλεφάντων τὸν χάρακα διέσπων καὶ τὰς ἐπάλξεις ἐρρίπτουν. δὲ Πτολεμαῖος ἔχων [p. 369] περὶ αὐτὸν τοὺς ἀρίστους καὶ βουλόμενος προτρέψασθαι τοὺς ἄλλους ἡγεμόνας καὶ φίλους προσιέναι τοῖς δεινοῖς αὐτὸς ἀναλαβὼν τὴν σάρισαν καὶ στὰς ἐπ᾽ ἄκρου τοῦ προτειχίσματος τὸν μὲν ἡγούμενον τῶν ἐλεφάντων ἐξετύφλωσεν, ὑπερδέξιον ἔχων τὴν στάσιν, τὸν δὲ ἐπικαθήμενον Ἰνδὸν τραυματίαν ἐποίησεν, τοὺς δὲ διὰ τῆς κλίμακος ἀναβαίνοντας καταπεφρονηκότως τύπτων καὶ κατατραυματίζων περιεκύλισεν εἰς τὸν ποταμὸν μετὰ τῶν ὅπλων. [3] ἀκολούθως δὲ τούτῳ καὶ τῶν φίλων τοῦ Πτολεμαίου διαγωνιζομένων τὸ μὲν ἐχόμενον θηρίον κατακοντισθέντος τοῦ κυβερνῶντος αὐτὸ Ἰνδοῦ παντελῶς ἄχρηστον ἐγένετο. [4] ἐπὶ πολὺν δὲ χρόνον τῆς τειχομαχίας συνεστώσης οἱ μὲν περὶ τὸν Περδίκκαν ἐκ διαδοχῆς προσβάλλοντες πᾶσαν σπουδὴν εἰσεφέροντο κατὰ κράτος ἑλεῖν τὸ χωρίον, δὲ Πτολεμαῖος, αὐτὸς ἀριστεύων καὶ τοὺς φίλους παρακαλῶν ἐνδείξασθαι τὴν εὔνοιαν ἅμα καὶ τὴν ἀρετήν, ἡρωικοὺς ἀγῶνας συνεστήσατο. [5] πολλῶν δ᾽ ἀπολλυμένων παρ᾽ ἀμφοτέροις διὰ τὴν ὑπερβολὴν τῆς τῶν ἡγεμόνων φιλοτιμίας καὶ τῶν περὶ τὸν Πτολεμαῖον ταῖς ὑπεροχαῖς τῶν τόπων πλεονεκτούντων, τῶν δὲ περὶ τὸν Περδίκκαν τοῖς πλήθεσιν ὑπερεχόντων, τὸ τελευταῖον ἀμφοτέρων διημερευσάντων ἐν τοῖς κινδύνοις μὲν Περδίκκας λύσας τὴν πολιορκίαν ἐπανῆλθεν εἰς τὴν ἰδίαν στρατοπεδείαν. [p. 370] [6] νυκτὸς δ᾽ ἀναζεύξας λαθραίαν ἐποιεῖτο τὴν πορείαν καὶ κατήντησεν εἰς τὸν ἀπέναντι τόπον τῆς Μέμφεως, πρὸς συμβαίνει σχίζεσθαι τὸν Νεῖλον καὶ ποιεῖν νῆσον δυναμένην ἀσφαλῶς δέξασθαι στρατοπεδείαν τε καὶ δύναμιν τὴν μεγίστην. [7] εἰς ταύτην οὖν διεβίβαζε τὴν δύναμιν ἐπιπόνως τῶν στρατιωτῶν περαιουμένων διὰ τὸ βάθος τοῦ ποταμοῦ: μέχρι γὰρ τοῦ γενείου τὸ ῥεῦμα προσπῖπτον ἐσάλευε τὰ σώματα τῶν διαβαινόντων, ἅτε καὶ τῶν ὅπλων ἐμποδιζόντων τοὺς ἄνδρας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: