previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετὰ δὲ ταῦτα Εὐμενὴς πρὸς τὸν Ἀντίπατρον πρεσβευτὰς ἀπέστειλε περὶ τῶν ὁμολογιῶν, ὧν ἦν ἡγούμενος Ἱερώνυμος τὰς τῶν διαδόχων ἱστορίας [p. 381] γεγραφώς. αὐτὸς δὲ πολλαῖς καὶ ποικίλαις κεχρημένος τοῦ βίου μεταβολαῖς οὐκ ἐταπεινοῦτο τῷ φρονήματι, σαφῶς εἰδὼς τὴν τύχην ὀξείας τὰς εἰς ἀμφότερα τὰ μέρη ποιουμένην μεταβολάς. [2] ἑώρα γὰρ τοὺς μὲν τῶν Μακεδόνων βασιλεῖς κενὸν ἔχοντας τὸ τῆς βασιλείας πρόσχημα, πολλοὺς δὲ καὶ μεγάλους τοῖς φρονήμασιν ἄνδρας διαδεχομένους τὰς ἡγεμονίας, πάντας δὲ ἰδιοπραγεῖν βουλομένους. ἤλπιζεν οὖν, ὅπερ ἦν πρὸς ἀλήθειαν, πολλοὺς αὐτοῦ χρείαν ἕξειν διά τε τὴν φρόνησιν καὶ τὴν ἐμπειρίαν τῶν πολεμικῶν, ἔτι δὲ τὴν ὑπερβολὴν τῆς ἐν τῇ πίστει βεβαιότητος. [3] ὁρῶν δὲ τοὺς ἵππους, διὰ τὴν ἐν τῇ στενοχωρίᾳ τραχύτητα μὴ δυναμένους γυμνάζεσθαι, πρὸς τὴν ἐν ταῖς ἱππομαχίαις χρείαν ἀχρήστους ἐσομένους ἐπενοήσατό τινα ξένην καὶ παρηλλαγμένην τῶν ἵππων γυμνασίαν. [4] τὰς γὰρ κεφαλὰς αὐτῶν ταῖς σειραῖς ἀναδεσμεύων ἔκ τινων δοκίων παττάλων καὶ δύο τρεῖς διχάδας ἐωρήσας συνηνάγκαζεν τοῖς ὀπισθίοις ποσὶν ἐπιβεβηκέναι, τοῖς δ᾽ ἔμπροσθεν μόγις ψαύειν τῆς γῆς μικρὸν ἀπολείποντας: εὐθὺς οὖν μὲν ἵππος βουλόμενος στηρίζεσθαι τοῖς ἐμπροσθίοις διεπονεῖτο τῷ τε σώματι παντὶ καὶ τοῖς σκέλεσι, συμπασχόντων ἁπάντων τῶν κατὰ τὸν ὄγκον μελῶν: τοιαύτης δὲ γινομένης κινήσεως ἱδρώς τε πολὺς ἐκ τοῦ σώματος ἐξεχεῖτο καὶ τῇ τῶν πόνων ὑπερβολῇ τὴν ἀκρότητα τῶν γυμνασίων τοῖς ζῴοις περιεποιεῖτο. [5] τοῖς δὲ στρατιώταις [p. 382] ἅπασι τὰς αὐτὰς τροφὰς παρείχετο, μετέχων αὐτὸς τῆς λιτότητος, καὶ διὰ τῆς ὁμοίας συμπεριφορᾶς πολλὴν εὔνοιαν ἑαυτῷ, τοῖς δὲ συμπεφευγόσι πᾶσιν ὁμόνοιαν συγκατεσκεύασε. καὶ τὰ μὲν κατὰ τὸν Εὐμενῆ καὶ τοὺς συμπεφευγότας εἰς τὴν πέτραν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: