previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


διὰ δὲ τῆς ἰδίας ἐπινοίας ἐκ τῶν κινδύνων ἐξελόμενοι τὴν πατρίδα τὸν μὲν πόλεμον ἀπεστρέψαντο, τὴν δὲ πρὸς τοὺς νέους ἀλλοτριότητα φυγεῖν οὐ κατίσχυσαν: οὗτοι γὰρ ἀπὸ τῆς μάχης ἐπανελθόντες καὶ τὸ πεπραγμένον ἀκούσαντες πρὸς τοὺς ἰδίους ἀπηγριώθησαν διὰ τὴν πρὸς Ἀλκέταν ὑπερβολὴν τῆς εὐνοίας. [2] καὶ τὸ μὲν πρῶτον καταλαβόμενοι μέρος τῆς πόλεως ἐψηφίσαντο τὰς μὲν οἰκίας ἐμπρῆσαι, μετὰ δὲ τῶν ὅπλων ἐκχυθέντας ἐκ τῆς πόλεως καὶ τῆς ὀρεινῆς ἐχομένους πορθεῖν τὴν ὑπ᾽ Ἀντίγονον τεταγμένην χώραν, ὕστερον δὲ μετανοήσαντες τοῦ μὲν ἐμπρῆσαι τὴν πόλιν ἀπέσχοντο, δόντες δ᾽ ἑαυτοὺς εἰς λῃστείας καὶ καταδρομὰς πολλὴν τῆς πολεμίας χώραν κατέφθειραν. [3] δ᾽ Ἀντίγονος παραλαβὼν τὸ σῶμα καὶ καταικισάμενος ἐπὶ τρεῖς ἡμέρας καὶ τοῦ νεκροῦ σῆψιν λαβόντος ἀφεὶς αὐτὸν ἄταφον ἀνέζευξεν ἐκ τῆς Πισιδικῆς. οἱ δὲ τῶν Τερμησσέων νέοι φυλάττοντες τὴν πρὸς τὸν ᾐκισμένον εὔνοιαν τό τε σῶμα ἀνείλαντο καὶ λαμπρῶς ἐκήδευσαν. οὕτως τῆς εὐεργεσίας φύσις, ἴδιόν τι φίλτρον ἔχουσα πρὸς τοὺς εὖ πεποιηκότας, ἀμετάθετον διαφυλάττει τὴν εἰς αὐτοὺς εὔνοιαν. [4] δ᾽ οὖν Ἀντίγονος ἀναζεύξας ἐκ τῆς Πισιδικῆς προῆγεν ἐπὶ Φρυγίας μετὰ πάσης τῆς δυνάμεως. ὡς δὲ κατήντησεν εἰς Κρητῶν πόλιν, ἧκεν πρὸς αὐτὸν Ἀριστόδημος Μιλήσιος ἀπαγγέλλων ὅτι Ἀντίπατρος μὲν τετελεύτηκεν, δὲ τῶν ὅλων ἡγεμονία καὶ τῶν βασιλέων [p. 388] ἐπιμέλεια μεταπέπτωκεν εἰς Πολυπέρχοντα τὸν Μακεδόνα. [5] ἡσθεὶς δ᾽ ἐπὶ τοῖς γεγονόσι μετέωρος ἦν ταῖς ἐλπίσι καὶ διενοεῖτο τῶν κατὰ τὴν Ἀσίαν ἔχεσθαι πραγμάτων καὶ τῆς κατ᾽ αὐτὴν ἡγεμονίας μηδενὶ παραχωρεῖν. καὶ τὰ μὲν περὶ τὸν Ἀντίγονον ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: