previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κατὰ δὲ τὴν Ἀσίαν διαβοηθείσης τῆς Ἀντιπάτρου τελευτῆς ἀρχὴ πραγμάτων καινῶν ἐγίνετο καὶ κίνησις, τῶν ἐν ἐξουσίαις ὄντων ἰδιοπραγεῖν ἐπιβαλομένων. τούτων δὲ πρῶτος μὲν Ἀντίγονος προνενικηκὼς Εὐμενῆ περὶ Καππαδοκίαν καὶ τὰς μετ᾽ αὐτοῦ δυνάμεις παρειληφώς, καταπεπολεμηκὼς δ᾽ Ἀλκέταν καὶ Ἄτταλον περὶ τὴν Πισιδικὴν καὶ τὰς δυνάμεις τὰς μετ᾽ αὐτῶν ἀνειληφώς, πρὸς δὲ τούτοις ὑπ᾽ Ἀντιπάτρου τῆς Ἀσίας στρατηγὸς αὐτοκράτωρ ᾑρημένος, ἅμα δὲ καὶ μεγάλης δυνάμεως ἡγεμὼν ἀποδεδειγμένος πλήρης ἦν ὄγκου καὶ φρονήματος. [2] περιβαλλόμενος δὲ ταῖς ἐλπίσι τὴν τῶν ὅλων ἡγεμονίαν ἔγνω μὴ προσέχειν μήτε τοῖς [p. 391] βασιλεῦσι μήτε τοῖς ἐπιμεληταῖς αὐτῶν: ὑπελάμβανε γὰρ αὑτὸν κρείττω δύναμιν ἔχοντα τῶν κατὰ τὴν Ἀσίαν θησαυρῶν κύριον ἔσεσθαι, μηδενὸς ὄντος τοῦ δυναμένου πρὸς αὐτὸν ἀντιτάξασθαι. [3] εἶχε γὰρ κατ᾽ ἐκεῖνον τὸν χρόνον στρατιώτας πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ μυρίους, ἐλέφαντας δὲ τριάκοντα: χωρὶς δὲ τούτων ἑτοίμας ποιήσασθαι καὶ ἄλλας δυνάμεις ἤλπιζεν, ἂν χρεία, δυναμένης τῆς Ἀσίας χορηγεῖν ἀνεκλείπτως τοῖς στρατολογουμένοις ξένοις τὰς μισθοφορίας. [4] ταῦτα δὲ διανοηθεὶς Ἱερώνυμον μὲν τὸν τὰς ἱστορίας γράψαντα μετεπέμψατο, φίλον ὄντα καὶ πολίτην Εὐμενοῦς τοῦ Καρδιανοῦ τοῦ συμπεφευγότος εἰς τὸ χωρίον τὸ καλούμενον Νῶρα. τοῦτον δὲ μεγάλαις δωρεαῖς προκαλεσάμενος ἐξαπέστειλε πρεσβευτὴν πρὸς τὸν Εὐμενῆ, παρακαλῶν τῆς μὲν περὶ Καππαδοκίαν μάχης γενομένης πρὸς αὐτὸν ἐπιλαθέσθαι, γενέσθαι δὲ φίλον καὶ σύμμαχον αὐτῷ καὶ λαβεῖν δωρεὰς πολλαπλασίους ὧν πρότερον ἦν ἐσχηκὼς καὶ σατραπείαν μείζονα καὶ καθόλου πρωτεύοντα τῶν παρ᾽ ἑαυτοῦ φίλων κοινωνὸν ἔσεσθαι τῆς ὅλης ἐπιβολῆς. [5] εὐθὺς δὲ καὶ τῶν φίλων συναγαγὼν συνέδριον καὶ περὶ τῆς τῶν ὅλων ἐπιβολῆς κοινωσάμενος διέγραψε τῶν ἀξιολόγων φίλων οἷς μὲν σατραπείας, οἷς δὲ στρατηγίας: πᾶσι δὲ μεγάλας ἐλπίδας ὑποθεὶς προθύμους κατεσκεύασε πρὸς τὰς ἰδίας ἐπιβολάς. διενοεῖτο γὰρ ἐπελθεῖν τὴν Ἀσίαν καὶ τοὺς μὲν προϋπάρχοντας [p. 392] σατράπας ἐκβαλεῖν, πρὸς δὲ τῶν ἑαυτοῦ φίλων καθιστάναι τὰς ἡγεμονίας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: