previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Πτολεμαῖος δὲ κρατῶν τῶν ὑπαίθρων Σιδῶνα μὲν προσηγάγετο, τῆς δὲ Τύρου πλησίον στρατοπεδεύσας παρεκάλεσεν Ἀνδρόνικον τὸν φρούραρχον παραδοῦναι τὴν πόλιν καὶ δωρείας τε καὶ τιμὰς ἁδρὰς ἐπηγγείλατο δοῦναι. [2] δὲ φήσας μηδενὶ τρόπῳ προδώσειν τὴν δεδομένην ὑπ᾽ Ἀντιγόνου καὶ Δημητρίου πίστιν, ἐλοιδόρησε φορτικῶς τὸν Πτολεμαῖον. ὕστερον δὲ στασιασάντων τῶν στρατιωτῶν ἐκπεσὼν ἐκ Τύρου καὶ γενόμενος ὑποχείριος προσεδόκα μὲν τιμωρίας τεύξεσθαι [p. 137] διά τε τὴν γενομένην λοιδορίαν καὶ διὰ τὸ μὴ βεβουλῆσθαι τὴν Τύρον παραδοῦναι: οὐ μὴν γε Πτολεμαῖος ἐμνησικάκησεν, ἀλλὰ τοὐναντίον δοὺς δωρεὰς εἶχε περὶ αὑτόν, ἕνα τῶν φίλων ποιησάμενος καὶ προάγων ἐντίμως. [3] ἦν γὰρ δυνάστης οὗτος καθ᾽ ὑπερβολὴν ἐπιεικὴς καὶ συγγνωμονικός, ἔτι δ᾽ εὐεργετικός. ὅπερ καὶ μάλιστ᾽ αὐτὸν ηὔξησε καὶ πολλοὺς ἐποίησεν ἐπιθυμεῖν κοινωνῆσαι τῆς φιλίας. [4] καὶ γὰρ τὸν Σέλευκον ἐκ τῆς Βαβυλωνίας ἐκπεσόντα φιλοτίμως ὑπεδέξατο καὶ κοινὴν παρείχετο τούτῳ τε καὶ τοῖς ἄλλοις φίλοις τὴν περὶ αὐτὸν εὐδαιμονίαν. [5] διὸ καὶ τότε παρακαλοῦντος αὐτὸν Σελεύκου δοῦναι στρατιώτας τοὺς ἀναβησομένους εἰς Βαβυλῶνα προθύμως ὡμολόγησε καὶ προσεπηγγείλατο πάντα συμπράξειν μέχρι ἀνακτήσαιτο τὴν προϋπάρχουσαν σατραπείαν. καὶ τὰ μὲν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: