previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὑπῆρχε δὲ καὶ περὶ τῶν κλεπτῶν νόμος παρ᾽ Αἰγυπτίοις ἰδιώτατος. ἐκέλευε γὰρ τοὺς μὲν βουλομένους ἔχειν ταύτην τὴν ἐργασίαν ἀπογράφεσθαι πρὸς τὸν ἀρχίφωρα, καὶ τὸ κλαπὲν ὁμολόγως ἀναφέρειν παραχρῆμα πρὸς ἐκεῖνον, τοὺς δὲ ἀπολέσαντας παραπλησίως ἀπογράφειν αὐτῷ καθ᾽ ἕκαστον τῶν ἀπολωλότων, προστιθέντας τόν τε τόπον καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν καθ᾽ ἣν ἀπώλεσεν. [2] τούτῳ δὲ τῷ τρόπῳ πάντων ἑτοίμως εὑρισκομένων, ἔδει τὸν ἀπολέσαντα τὸ τέταρτον μέρος τῆς ἀξίας δόντα κτήσασθαι τὰ ἑαυτοῦ μόνα. ἀδυνάτου γὰρ ὄντος τοῦ πάντας ἀποστῆσαι τῆς κλοπῆς εὗρε πόρον νομοθέτης δι᾽ οὗ πᾶν τὸ ἀπολόμενον σωθήσεται μικρῶν διδομένων λύτρων. [3] γαμοῦσι δὲ παρ᾽ Αἰγυπτίοις οἱ μὲν ἱερεῖς μίαν, τῶν δ᾽ ἄλλων ὅσας ἂν ἕκαστος προαιρῆται: καὶ τὰ γεννώμενα πάντα τρέφουσιν ἐξ ἀνάγκης ἕνεκα τῆς πολυανθρωπίας, ὡς ταύτης μέγιστα συμβαλλομένης πρὸς εὐδαιμονίαν χώρας τε καὶ πόλεων, νόθον δ᾽ οὐδένα τῶν γεννηθέντων νομίζουσιν, οὐδ᾽ ἂν ἐξ ἀργυρωνήτου μητρὸς γεννηθῇ: [4] καθόλου γὰρ ὑπειλήφασι [p. 136] τὸν πατέρα μόνον αἴτιον εἶναι τῆς γενέσεως, τὴν δὲ μητέρα τροφὴν καὶ χώραν μόνον παρέχεσθαι τῷ βρέφει, καὶ τῶν δένδρων ἄρρενα μὲν καλοῦσι τὰ καρποφόρα, θήλεα δὲ τὰ μὴ φέροντα τοὺς καρπούς, ἐναντίως τοῖς Ἕλλησι. [5] τρέφουσι δὲ τὰ παιδία μετά τινος εὐχερείας ἀδαπάνου καὶ παντελῶς ἀπίστου: ἑψήματα γὰρ αὐτοῖς χορηγοῦσιν ἔκ τινος εὐτελείας ἑτοίμης γινόμενα, καὶ τῶν ἐκ τῆς βύβλου πυθμένων τοὺς δυναμένους εἰς τὸ πῦρ ἐγκρύβεσθαι, καὶ τῶν ῥιζῶν καὶ τῶν καυλῶν τῶν ἑλείων τὰ μὲν ὠμά, τὰ δ᾽ ἕψοντες, τὰ δ᾽ ὀπτῶντες, διδόασιν. [6] ἀνυποδήτων δὲ καὶ γυμνῶν τῶν πλείστων τρεφομένων διὰ τὴν εὐκρασίαν τῶν τόπων, τὴν πᾶσαν δαπάνην οἱ γονεῖς, ἄχρι ἂν εἰς ἡλικίαν ἔλθῃ τὸ τέκνον, οὐ πλείω ποιοῦσι δραχμῶν εἴκοσι. δι᾽ ἃς αἰτίας μάλιστα τὴν Αἴγυπτον συμβαίνει πολυανθρωπίᾳ διαφέρειν, καὶ διὰ τοῦτο πλείστας ἔχειν μεγάλων ἔργων κατασκευάς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: