previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πάντα δὲ θαυμάσια καὶ μείζω πίστεως ἐπιτελοῦντες οἱ κατ᾽ Αἴγυπτον εἰς τὰ τιμώμενα ζῷα πολλὴν ἀπορίαν παρέχονται τοῖς τὰς αἰτίας τούτων ζητοῦσιν. [2] οἱ μὲν οὖν ἱερεῖς αὐτῶν ἀπόρρητόν τι δόγμα περὶ τούτων ἔχουσιν, προειρήκαμεν ἐν τοῖς θεολογουμένοις ὑπ᾽ αὐτῶν, οἱ δὲ πολλοὶ τῶν Αἰγυπτίων τρεῖς αἰτίας ταύτας ἀποδιδόασιν, ὧν τὴν μὲν πρώτην μυθώδη παντελῶς καὶ τῆς ἀρχαϊκῆς ἁπλότητος οἰκείαν. [3] φασὶ γὰρ τοὺς ἐξ ἀρχῆς γενομένους θεούς, ὀλίγους ὄντας καὶ κατισχυομένους ὑπὸ τοῦ πλήθους καὶ τῆς ἀνομίας τῶν γηγενῶν ἀνθρώπων, ὁμοιωθῆναί τισι ζῴοις, καὶ διὰ τοῦ τοιούτου τρόπου διαφυγεῖν τὴν ὠμότητα καὶ βίαν αὐτῶν: ὕστερον δὲ τῶν κατὰ τὸν κόσμον πάντων κρατήσαντας, [p. 145] καὶ τοῖς αἰτίοις τῆς ἐξ ἀρχῆς σωτηρίας χάριν ἀποδιδόντας, ἀφιερῶσαι τὰς φύσεις αὐτῶν οἷς ἀφωμοιώθησαν, καὶ καταδεῖξαι τοῖς ἀνθρώποις τὸ τρέφειν μὲν ζῶντα πολυτελῶς, θάπτειν δὲ τελευτήσαντα. [4] δευτέραν δὲ λέγουσιν αἰτίαν, ὅτι τὸ παλαιὸν οἱ κατ᾽ Αἴγυπτον διὰ τὴν ἀταξίαν τὴν ἐν τῷ στρατοπέδῳ πολλαῖς μάχαις ὑπὸ τῶν πλησιοχώρων ἡττηθέντες ἐπενόησαν σύνθημα φορεῖν ἐπὶ τῶν ταγμάτων. [5] φασὶν οὖν κατασκευάσαντας εἰκόνας τῶν ζῴων νῦν τιμῶσι, καὶ πήξαντας ἐπὶ σαυνίων, φορεῖν τοὺς ἡγεμόνας, καὶ διὰ τούτου τοῦ τρόπου γνωρίζειν ἕκαστον ἧς εἴη συντάξεως: μεγάλα δὲ συμβαλλομένης αὐτοῖς τῆς διὰ τούτων εὐταξίας πρὸς τὴν νίκην, δόξαι τῆς σωτηρίας αἴτια γεγονέναι τὰ ζῷα: χάριν οὖν αὐτοῖς τοὺς ἀνθρώπους ἀποδοῦναι βουλομένους εἰς ἔθος κατατάξαι τῶν εἰκασθέντων τότε μηδὲν κτείνειν, ἀλλὰ σεβομένους ἀπονέμειν τὴν προειρημένην ἐπιμέλειαν καὶ τιμήν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: