previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπ᾽ ἄρχοντος δ᾽ Ἀθήνησι Δημητρίου τοῦ Φαληρέως τὴν ὕπατον ἀρχὴν ἐν Ῥώμῃ παρέλαβον Κόιντος Φάβιος τὸ δεύτερον καὶ Γάιος Μάρκιος. ἐπὶ δὲ τούτων Πτολεμαῖος τῆς Αἰγύπτου βασιλεύων πυθόμενος τοὺς ἰδίους στρατηγοὺς ἀποβεβληκέναι τὰς ἐν Κιλικίᾳ πόλεις, πλεύσας μετὰ δυνάμεως ἐπὶ Φασήλιδα ταύτην μὲν ἐξεπολιόρκησεν, εἰς δὲ τὴν Λυκίαν παρακομισθεὶς Ξάνθον φρουρουμένην ὑπ᾽ Ἀντιγόνου κατὰ κράτος εἷλεν. [2] εἶτα τῇ Καύνῳ προσπλεύσας τὴν μὲν πόλιν παρέλαβε, τὰς δὲ ἀκροπόλεις φρουρουμένας τῇ βίᾳ κατισχύσας τὸ μὲν Ἡράκλειον ἐξεῖλε, τὸ δὲ Περσικὸν παραδόντων τῶν στρατιωτῶν ὑποχείριον ἐποιήσατο. [3] μετὰ δὲ ταῦτα εἰς τὴν Κῶν πλεύσας μετεπέμψατο Πτολεμαῖον, ὃς ὢν ἀδελφιδοῦς Ἀντιγόνου καὶ δύναμιν πεπιστευμένος τοῦτον μὲν κατέλιπε, πρὸς δὲ Πτολεμαῖον κοινοπραγίαν ἐτίθετο. πλεύσαντος δ᾽ ἐκ τῆς Χαλκίδος αὐτοῦ καὶ κομισθέντος εἰς Κῶν τὸ μὲν πρῶτον Πτολεμαῖος φιλανθρώπως αὐτὸν προσεδέξατο: εἶτα ὁρῶν πεφρονηματισμένον καὶ τοὺς ἡγεμόνας ὁμιλίαις καὶ δωρεαῖς ἐξιδιοποιούμενον, φοβηθεὶς μή τινα ἐπιβουλὴν μηχανήσηται, φθάσας αὐτὸν συνέλαβε καὶ πιεῖν κώνιον συνηνάγκασε. τοὺς δὲ συνηκολουθηκότας στρατιώτας ἐπαγγελίαις δημαγωγήσας κατέμιξε τοῖς μεθ᾽ ἑαυτοῦ στρατευομένοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: