previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


εἰκότως δ᾽ ἄν τις παρασημήναιτο τὴν ἀνωμαλίαν τῆς τύχης καὶ τὸ παράλογον τῶν παρὰ τὰς ὑπολήψεις συντελουμένων παρ᾽ ἀνθρώποις. Ἀγαθοκλῆς μὲν γὰρ ἀνδρείᾳ διαφέρων καὶ πολλὴν δύναμιν ἐσχηκὼς τὴν συναγωνισαμένην περὶ τὸν Ἱμέραν οὐ μόνον ὑπὸ τῶν βαρβάρων ἡττήθη κατὰ κράτος, ἀλλὰ καὶ τῆς στρατιᾶς τὴν κρατίστην καὶ πλείστην ἀπέβαλεν: οἱ δὲ τειχήρεις ἀποληφθέντες ἐν ταῖς Συρακούσσαις μικρῷ μέρει τῶν [p. 216] προηττηθέντων οὐ μόνον τὴν πολιορκήσασαν δύναμιν ἐχειρώσαντο τῶν Καρχηδονίων, ἀλλὰ καὶ τὸν στρατηγὸν Ἀμίλκαν, ἐπιφανέστατον ὄντα τῶν πολιτῶν, ἐζώγρησαν: καὶ τὸ θαυμασιώτατον, δώδεκα μυριάδας πεζῶν καὶ πεντακισχιλίους ἱππεῖς ὀλίγος ἀριθμὸς πολεμίων, προσλαβόμενος ἀπάτην καὶ τόπον, κατὰ κράτος ἥττησεν, ὥστ᾽ ἀληθὲς εἶναι τὸ λεγόμενον ὅτι πολλὰ τὰ κενὰ τοῦ πολέμου. [2] μετὰ δὲ τὴν τροπὴν οἱ μὲν Καρχηδόνιοι ἄλλοι κατ᾽ ἄλλους τόπους διασπαρέντες μόγις εἰς τὴν ὑστεραίαν ἠθροίσθησαν, οἱ δὲ Συρακόσιοι μετὰ πολλῶν λαφύρων ἐπανελθόντες εἰς τὴν πόλιν τὸν Ἀμίλκαν παρέδοσαν τοῖς βουλομένοις λαμβάνειν παρ᾽ αὐτοῦ τιμωρίαν: ἀνεμιμνήσκοντο δὲ καὶ τῆς τοῦ μάντεως φωνῆς, ὃς ἔφησεν αὐτὸν εἰς τὴν ὑστεραίαν εἰς Συρακούσσας δειπνήσειν, τοῦ δαιμονίου παραγαγόντος τἀληθές. [3] τὸν δ᾽ οὖν Ἀμίλκαν οἱ τῶν ἀπολωλότων συγγενεῖς δεδεμένον ἀγαγόντες διὰ τῆς πόλεως καὶ δειναῖς αἰκίαις κατ᾽ αὐτοῦ χρησάμενοι μετὰ τῆς ἐσχάτης ὕβρεως ἀνεῖλον. εἶθ᾽ οἱ μὲν τῆς πόλεως προεστηκότες ἀποκόψαντες αὐτοῦ τὴν κεφαλὴν ἀπέστειλαν τοὺς κομιοῦντας εἰς τὴν Διβύην πρὸς Ἀγαθοκλέα καὶ περὶ τῶν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
  • Cross-references to this page (1):
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: