previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μετακληθέντων οὖν πάντων πάλιν καὶ τὸν ὡρισμένον χρόνον ἀναμεινάντων, ἧκέ τις ἀπαγγέλλων διότι δύναμις ἐκ τῆς Βακτριανῆς ἀπεσταλμένη τῷ βασιλεῖ πλησίον ἐστὶ πορευομένη κατὰ σπουδήν. [2] ἔδοξεν οὖν τοῖς περὶ τὸν Ἀρβάκην ἀπαντῆσαι τοῖς στρατηγοῖς τὴν ταχίστην ἀναλαβόντας τῶν στρατιωτῶν τοὺς κρατίστους καὶ μάλιστ᾽ εὐζώνους, ὅπως, ἂν μὴ διὰ τῶν λόγων τοὺς Βακτριανοὺς δύνωνται πεῖσαι συναποστῆναι, τοῖς ὅπλοις βιάσωνται μετασχεῖν τῶν αὐτῶν ἐλπίδων. [3] τέλος δὲ πρὸς τὴν ἐλευθερίαν ἀσμένως ὑπακουσάντων τὸ μὲν πρῶτον τῶν ἡγεμόνων, ἔπειτα καὶ τῆς ὅλης δυνάμεως, πάντες ἐν ταὐτῷ κατεστρατοπέδευσαν. [4] ὅτε δὴ συνέβη τὸν βασιλέα τῶν Ἀσσυρίων τὴν μὲν ἀπόστασιν τῶν Βακτριανῶν ἀγνοοῦντα, ταῖς δὲ προγεγενημέναις εὐημερίαις μετεωρισθέντα, τραπῆναι πρὸς ἄνεσιν, καὶ τοῖς στρατιώταις διαδοῦναι πρὸς εὐωχίαν ἱερεῖα καὶ πλῆθος οἴνου τε καὶ τῶν ἄλλων ἐπιτηδείων. διόπερ [p. 213] τῆς δυνάμεως ἁπάσης ἑστιωμένης, οἱ περὶ τὸν Ἀρβάκην παρά τινων αὐτομόλων πυθόμενοι τὴν ἐν τῇ παρεμβολῇ τῶν πολεμίων ῥᾳθυμίαν καὶ μέθην, νυκτὸς ἀπροσδοκήτως τὴν ἐπίθεσιν ἐποιήσαντο. [5] προσπεσόντες δὲ συντεταγμένοι μὲν ἀσυντάκτοις, ἕτοιμοι δ᾽ ἀπαρασκεύοις, τῆς τε παρεμβολῆς ἐκράτησαν καὶ τῶν στρατιωτῶν πολλοὺς ἀνελόντες τοὺς ἄλλους μέχρι τῆς πόλεως κατεδίωξαν. [6] μετὰ δὲ ταῦτα μὲν βασιλεὺς Γαλαιμένην τὸν ἀδελφὸν τῆς γυναικὸς ἀποδείξας στρατηγόν, αὐτὸς τῶν κατὰ τὴν πόλιν ἐπιμέλειαν ἐποιεῖτο: οἱ δ᾽ ἀποστάται κατὰ τὸ πεδίον τὸ πρὸ τῆς πόλεως παραταξάμενοι δυσὶ μάχαις ἐνίκησαν τοὺς Ἀσσυρίους, καὶ τόν τε Γαλαιμένην ἀνεῖλον καὶ τῶν ἀντιταξαμένων τοὺς μὲν ἐν τῇ φυγῇ κατέσφαξαν, τοὺς δ᾽ ἀποκλεισθέντας τῆς εἰς τὴν πόλιν ἐπανόδου καὶ συναναγκασθέντας ἑαυτοὺς ῥιπτεῖν εἰς τὸν Εὐφράτην ποταμὸν πλὴν ὀλίγων ἅπαντας ἀνεῖλον. [7] τοσοῦτο δὲ πλῆθος ἦν τῶν φονευθέντων ὥστε τὸ φερόμενον ῥεῦμα κραθὲν αἵματι τὴν χρόαν ἐφ᾽ ἱκανὸν τόπον μεταβαλεῖν. ἔπειτα τοῦ βασιλέως συγκλεισθέντος εἰς πολιορκίαν πολλὰ τῶν ἐθνῶν ἀφίστατο, ἑκάστου πρὸς τὴν ἐλευθερίαν αὐτομολοῦντος. [8] δὲ Σαρδανάπαλλος ὁρῶν τὴν ὅλην βασιλείαν ἐν τοῖς μεγίστοις οὖσαν κινδύνοις, τοὺς μὲν υἱοὺς τρεῖς ὄντας καὶ θυγατέρας δύο μετὰ πολλῶν χρημάτων εἰς Παφλαγονίαν ἀπέστειλε πρὸς Κότταν τὸν ἔπαρχον, ὄντα τῶν ἀρχομένων εὐνούστατον, αὐτὸς δὲ βιβλιαφόρους ἀποστείλας πρὸς [p. 214] ἅπαντας τοὺς ὑπ᾽ αὐτὸν τεταγμένους μετεπέμπετο δυνάμεις καὶ τὰ πρὸς τὴν πολιορκίαν παρεσκευάζετο. [9] ἦν δ᾽ αὐτῷ λόγιον παραδεδομένον ἐκ προγόνων ὅτι τὴν Νίνον οὐδεὶς ἑλεῖ κατὰ κράτος, ἐὰν μὴ πρότερον ποταμὸς τῇ πόλει γένηται πολέμιος. ὑπολαμβάνων οὖν τοῦτο μηδέποτε ἔσεσθαι, ταῖς ἐλπίσι ἀντεῖχε, διανοούμενος ὑπομένειν τὴν πολιορκίαν καὶ τὰ παρὰ τῶν ὑποτεταγμένων ἀποσταλησόμενα στρατόπεδα προσδέχεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: