previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ δὲ τελευταῖον οἱ τεχνῖται παραλαβόντες τὸν ἀληλεσμένον λίθον πρὸς τὴν ὅλην ἄγουσι συντέλειαν: ἐπὶ γὰρ πλατείας σανίδος μικρὸν ἐγκεκλιμένης τρίβουσι τὴν κατειργασμένην μάρμαρον ὕδωρ ἐπιχέοντες: εἶτα τὸ μὲν γεῶδες αὐτῆς ἐκτηκόμενον [p. 284] διὰ τῶν ὑγρῶν καταρρεῖ κατὰ τὴν τῆς σανίδος ἔγκλισιν, τὸ δὲ χρυσίον ἔχον ἐπὶ τοῦ ξύλου παραμένει διὰ τὸ βάρος. [2] πολλάκις δὲ τοῦτο ποιοῦντες, τὸ μὲν πρῶτον ταῖς χερσὶν ἐλαφρῶς τρίβουσι, μετὰ δὲ ταῦτα σπόγγοις ἀραιοῖς κούφως ἐπιθλίβοντες τὸ χαῦνον καὶ γεῶδες διὰ τούτων ἀναλαμβάνουσι, μέχρι ἂν ὅτου καθαρὸν γένηται τὸ ψῆγμα τοῦ χρυσοῦ. [3] τὸ δὲ τελευταῖον ἄλλοι τεχνῖται παραλαμβάνοντες μέτρῳ καὶ σταθμῷ τὸ συνηγμένον εἰς κεραμεοῦς χύτρους ἐμβάλλουσι: μίξαντες δὲ κατὰ τὸ πλῆθος ἀνάλογον μολίβδου βῶλον καὶ χόνδρους ἁλῶν, ἔτι δὲ βραχὺ καττιτέρου, καὶ κρίθινον πίτυρον προσεμβάλλουσιν: ἁρμοστὸν δ᾽ ἐπίθημα ποιήσαντες καὶ πηλῷ φιλοπόνως περιχρίσαντες ὀπτῶσιν ἐν καμίνῳ πέντε ἡμέρας καὶ νύκτας ἴσας ἀδιαλείπτως: [4] ἔπειτα ἐάσαντες ψυχθῆναι τῶν μὲν ἄλλων οὐδὲν εὑρίσκουσιν ἐν τοῖς ἀγγείοις, τὸν δὲ χρυσὸν καθαρὸν λαμβάνουσιν ὀλίγης ἀπουσίας γεγενημένης. μὲν οὖν ἐργασία τοῦ χρυσοῦ περὶ τὰς ἐσχατιὰς τῆς Αἰγύπτου γινομένη μετὰ τοσούτων καὶ τηλικούτων πόνων συντελεῖται: [5] αὐτὴ γὰρ φύσις, οἶμαι, ποιεῖ πρόδηλον ὡς χρυσὸς γένεσιν μὲν ἐπίπονον ἔχει, φυλακὴν δὲ χαλεπήν, σπουδὴν δὲ μεγίστην, χρῆσιν δὲ ἀνὰ μέσον ἡδονῆς τε καὶ λύπης. μὲν οὖν τῶν μετάλλων τούτων εὕρεσις ἀρχαία παντελῶς ἐστιν, ὡς ἂν ὑπὸ τῶν παλαιῶν βασιλέων [p. 285] καταδειχθεῖσα. [6] περὶ δὲ τῶν ἐθνῶν τούτων τῶν κατοικούντων τήν τε παράλιον τοῦ Ἀραβίου κόλπου καὶ Τρωγλοδυτικήν, ἔτι δ᾽ Αἰθιοπίαν τὴν πρὸς μεσημβρίαν καὶ νότον, πειρασόμεθα διεξιέναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: