Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
φέρε δὲ καὶ ἡμεῖς, εἰ δοκεῖ, κατὰ τὴν τοῦ Ἐφεσίου ζωγράφου τέχνην διέλθωμεν τὰ προσόντα τῇ διαβολῇ, πρότερὸν
γε ὅρῳ τινὶ περιγράψαντες αὐτήν οὕτω γὰρ ἂν
ἡμῖν ἡ εἰκὼν γένοιτο φανερωτέρα. ἔστι τοίνυν διαβολὴ κατηγορία τις ἐξ ἐρημίας γινομένη, τὸν
κατηγορούμενον λεληθυῖα, ἐκ τοῦ μονομεροῦς
ἀναντιλέκτως πεπιστευμένη. τοιαύτη μὲν ἡ ὑπόθεσις τοῦ λόγου. τριῶν δ᾽ ὄντων προσώπων,
καθάπερ ἐν ταῖς κωμῳδίαις, τοῦ διαβάλλοντος
καὶ τοῦ διαβαλλομένου καὶ τοῦ πρὸς ὃν ἡ διαβολὴ
γίνεται, καθ᾽ ἕκαστον αὐτῶν ἐπισκοπήσωμεν οἷα εἰκὸς εἶναι τὰ γινόμενα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.