Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[23]
σὺ
δὲ ἡμᾶς παραλιπὼν ἄλλους εὐωχεῖς, εἰκότως: οὔπω γὰρ δύνασαι διακρίνειν τὸ βέλτιον οὐδὲ τὴν καταληπτικὴν φαντασίαν ἔχεις. ἀλλὰ οἶδα ὅθεν μοι ταῦτα, παρὰ τῶν θαυμαστῶν σου φιλοσόφων, Ζηνοθέμιδος καὶ Λαβυρίνθου, ὧν — ἀπείη δὲ ἡ Ἀδράστεια — συλλογισμῷ ἑνὶ ἀποφράξαι ἄν μοι τάχιστα δοκῶ τὰ στόματα. ἢ εἰπάτω τις αὐτῶν,
τί ἐστὶ φιλοσοφία ; ἢ τὰ πρῶτα ταῦτα, τί διαφέρει σχέσις ἕξεως ; ἵνα μὴ τῶν ἀπόρων εἴπω τι,
κερατίναν ἢ σωρείτην ἢ θερίζοντα λόγον.
[p. 438] Ἀλλὰ σὺ μὲν ὄναιο αὐτῶν. ἐγὼ δὲ ὡς ἂν μόνον
τὸ καλὸν ἀγαθὸν ἡγούμενος εἶναι οἴσω ῥᾳδίως τὴν ἀτιμίαν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.