previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] πάντα φὴς ἐκ τῶν Μοιρῶν γίγνεσθαι;

Ζεύς
φημὶ γάρ.

Κυνίσκος
ὑμῖν δὲ δυνατὸν ἀλλάττειν ταῦτα καὶ ἀνακλώθειν;

Ζεύς
οὐδαμῶς.

Κυνίσκος
βούλει οὖν ἐπαγάγω καὶ τὸ μετὰ τοῦτο, δῆλον, κἂν μὴ εἴπω αὐτό;

Ζεύς
δῆλον μέν. οἱ δέ γε θύοντες οὐ τῆς χρείας ἕνεκα θύουσιν, ἀντίδοσιν δὴ ^ τινα ποιούμενοι καὶ ὥσπερ ὠνούμενοι τὰ ἀγαθὰ παρ᾽ ἡμῶν, ἀλλὰ τιμῶντες ἄλλως τὸ βέλτιον.

Κυνίσκος
ἱκανὸν καὶ τοῦτο, εἰ καὶ σὺ φὴς ἐπὶ μηδενὶ χρησίμῳ γίγνεσθαι τὰς θυσίας, εὐγνωμοσύνῃ δέ τινι τῶν ἀνθρώπων τιμώντων τὸ βέλτιον. καίτοι εἴ τις τῶν σοφιστῶν ἐκείνων παρῆν, ἤρετο ἄν σε καθ᾽ τι βελτίους φὴς τοὺς θεούς, καὶ ταῦτα ὁμοδούλους τῶν ἀνθρώπων ὄντας καὶ ὑπὸ ταῖς [p. 70] αὐταῖς δεσποίναις ταῖς Μοίραις ταττομένους. οὐ γὰρ ἀποχρήσει αὐτοῖς τὸ ἀθανάτους εἶναι, ὡς δι᾽ αὐτὸ ἀμείνους δοκεῖν: ἐπεὶ τοῦτό γε μακρῷ χεῖρόν ἐστιν, εἴγε τοὺς μὲν κἂν θάνατος εἰς ἐλευθερίαν ἀφείλετο, ὑμῖν δὲ εἰς ἄπειρον ἐκπίπτει τὸ πρᾶγμα καὶ ἀΐδιος δουλεία γίνεται ὑπὸ μακρῷ τῷ λίνῳ στρεφομένη.

Ζεύς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: