previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[28] ἀληθῆ ἴσως ταῦτα, ἀλεκτρυών. ἐγὼ δὲ πέπονθα οὐκ αἰσχύνομαι πρὸς σὲ εἰπεῖν οὐδέπω δύναμαι ἀπομαθεῖν τὴν ἐπιθυμίαν ἣν ἐκ παίδων εἶχον πλούσιος γενέσθαι, ἀλλὰ μὴν καὶ τοὐνύπνιον ἔτι πρὸ τῶν ὀφθαλμῶν ἕστηκεν ἐπιδεικνύμενον τὸ χρυσίον, καὶ μάλιστα ἐπὶ τῷ καταράτῳ Σίμωνι ἀποπνίγομαι τρυφῶντι ἐν ἀγαθοῖς τοσούτοις.

Ἀλεκτρυών
ἐγώ σε ἰάσομαι, Μίκυλλε: καὶ ἐπείπερ ἔτι νύξ ἐστιν, ἐξαναστὰς ἕπου μοι: ἀπάξω γάρ σε παρ᾽ αὐτὸν ἐκεῖνον τὸν Σίμωνα καὶ εἰς τὰς τῶν ἄλλων πλουσίων οἰκίας, ὡς ἴδοις οἷα τὰ παρ᾽ αὐτοῖς ἐστι.

Μίκυλλος
πῶς τοῦτο, κεκλεισμένων τῶν θυρῶν; εἰ μὴ καὶ τοιχωρυχεῖν γε σύ με ἀναγκάσεις.

Ἀλεκτρυών
οὐδαμῶς, ἀλλ᾽ Ἑρμῆς, οὗπερ ἱερός εἰμι, ἐξαίρετον ἔδωκέ μοι τοῦτο, ἤν τις τὸ οὐραῖον πτερὸν τὸ μήκιστον, δι᾽ ἁπαλότητα ἐπικαμπές ἐστι

Μίκυλλος
δύο δ᾽ ἔστι σοι τοιαῦτα.

Ἀλεκτρυών
τὸ δεξιὸν τοίνυν ὅτῳ ἂν ἐγὼ ἀποσπάσαι παράσχω καὶ ἔχειν,^ ἐς ὅσον ἂν βούλωμαι ἀνοίγειν τε τοιοῦτος πᾶσαν θύραν δύναται καὶ ὁρᾶν ἅπαντα οὐχ ὁρώμενος αὐτός. [p. 230]

Μίκυλλος
ἐλελήθεις με, ἀλεκτρυών, καὶ σὺ γόης ὤν. ἐμοὶ δ᾽ οὖν ἢν τοῦτο ἅπαξ παράσχῃς, ὄψει τὰ Σίμωνος πάντα ἐν βραχεῖ δεῦρο μετενηνεγμένα: μετοίσω γὰρ αὐτὰ παρεισελθών, δὲ αὖθις περιτρώξεται ἀποτείνων τὰ καττύματα.

Ἀλεκτρυών
οὐ θέμις γενέσθαι τοῦτο: παρήγγειλε γὰρ Ἑρμῆς, ἤν τι τοιοῦτον ἐργάσηται ἔχων τὸ πτερόν, ἀναβοήσαντά με καταφωρᾶσαι αὐτόν.

Μίκυλλος
ἀπίθανον λέγεις, κλέπτην τὸν Ἑρμῆν αὐτὸν ὄντα τοῖς ἄλλοις φθονεῖν τοῦ τοιούτου. ἀπίωμεν δ᾽ ὅμως: ἀφέξομαι γὰρ τοῦ χρυσίου, ἢν δύνωμαι.

Ἀλεκτρυών
ἀπότιλον, Μίκυλλε, πρότερον τὸ πτίλον ... τί τοῦτο; ἄμφω ἀπέτιλας. ...

Μίκυλλος
ἀσφαλέστερον οὕτως, ἀλεκτρυών, καὶ σοὶ ἧττον ἂν ἄμορφον τὸ πρᾶγμα εἴη, ὡς μὴ χωλεύοις διὰ θάτερον τῆς οὐρᾶς μέρος.

Ἀλεκτρυών

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: