previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] ἀλλ᾽ οὐδ᾽ ἐπιλήσομαί ποτε, ἀλεκτρυών, εὖ ἴσθι, τῆς ὄψεως ἐκείνης: οὕτω μοι πολὺ τὸ μέλι ἐν τοῖς ὀφθαλμοῖς ὄνειρος καταλιπὼν ᾤχετο, ὡς μόγις ἀνοίγειν τὰ βλέφαρα ὑπ᾽ αὐτοῦ εἰς ὕπνον αὖθις κατασπώμενα. οἷον γοῦν ἐν τοῖς ὠσὶ τὰ πτερὰ ἐργάζεται στρεφόμενα, τοιοῦτον γάργαλον παρείχετό μοι τὰ ὁρώμενα. [p. 184]

Ἀλεκτρυών
Ἡράκλεις, δεινόν τινα φὴς τὸν ὄνειρον εἴ γε πτηνὸς ὤν, ὥς φασιν, καὶ ὅρον ἔχων τῆς πτήσεως τὸν ὕπνον ὑπὲρ τὰ ἐσκαμμένα ἤδη πηδᾷ καὶ ἐνδιατρίβει ἀνεῳγόσι τοῖς ὀφθαλμοῖς μελιχρὸς οὕτως καὶ ἐναργὴς φαινόμενος: ἐθέλω γοῦν ἀκοῦσαι οἷὸς τίς ἐστιν οὕτω σοι τριπόθητος ὤν.

Μίκυλλος
ἕτοιμος λέγειν ἡδὺ γοῦν τὸ μεμνῆσθαι καὶ διεξιέναι τι περὶ αὐτοῦ. σὺ δὲ πηνίκα, Πυθαγόρα, διηγήσῃ τὰ περὶ τῶν μεταβολῶν;

Ἀλεκτρυών
ἐπειδὰν σύ, Μίκυλλε, παύσῃ ὀνειρώττων καὶ ἀποψήσῃ ἀπὸ τῶν βλεφάρων τὸ μέλι: νῦν δὲ πρότερος εἰπέ, ὡς μάθω εἴτε διὰ τῶν ἐλεφαντίνων πυλῶν εἴτε διὰ τῶν κερατίνων σοι ὄνειρος ἧκε πετόμενος.

Μίκυλλος
οὐδὲ δι᾽ ἑτέρας τούτων, Πυθαγόρα.

Ἀλεκτρυών
καὶ μὴν Ὅμηρος δύο ταύτας λέγει.

Μίκυλλος
ἔα χαίρειν τὸν λῆρον ἐκεῖνον ποιητὴν οὐδὲν εἰδότα ὀνείρων πέρι. οἱ πένητες ἴσως ὄνειροι διὰ τῶν τοιούτων ἐξίασιν, οἵους ἐκεῖνος ἑώρα οὐδὲ πάνυ σαφῶς τυφλὸς αὐτὸς ὤν, ἐμοὶ δὲ διὰ χρυσῶν τινων πυλῶν ἥδιστος ἀφίκετο, χρυσοῦς καὶ [p. 186] αὐτὸς καὶ χρυσᾶ πάντα, περιβεβλημένος καὶ πολὺ ἐπαγόμενος χρυσίον.

Ἀλεκτρυών
παῦε, Μίδα βέλτιστε, χρυσολογῶν ἀτεχνῶς γὰρ ἐκ τῆς ἐκείνου σοι εὐχῆς τὸ ἐνύπνιον καὶ μέταλλα ὅλα χρύσεια κεκοιμῆσθαί μοι δοκεῖς.

Μίκυλλος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: