previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[3] οἶσθα, Ἑρμῆ, ἅπερ εἴωθα λέγειν ἐγὼ πρὸς ὑμᾶς, ἐπειδὰν πλέωμεν; ὁπόταν γὰρ τὸ πνεῦμα καταιγίσαν πλαγίᾳ τῇ ὀθόνῃ ἐμπέσῃ καὶ τὸ κῦμα ὑψηλὸν ἀρθῇ, τότε ὑμεῖς μὲν ὑπ᾽ ἀγνοίας κελεύετε τὴν ὀθόνην στεῖλαι ἐνδοῦναι ὀλίγον τοῦ ποδὸς συνεκδραμεῖν τῷ πνεύματι, ἐγὼ δὲ τὴν ἡσυχίαν ἄγειν παρακελεύομαι ὑμῖν αὐτὸς γὰρ εἰδέναι τὸ βέλτιον. κατὰ ταὐτὰ δὴ καὶ σὺ πρᾶττε ὁπόσα καλῶς ἔχειν νομίζεις κυβερνήτης νῦν γε ὤν ἐγὼ δέ, ὥσπερ ἐπιβάταις νόμος, σιωπῇ καθεδοῦμαι πάντα πειθόμενος κελεύοντί σοι.

Ἑρμῆς
ὀρθῶς λέγεις: αὐτὸς γὰρ εἴσομαι τί ποιητέον [p. 402] καὶ ἐξευρήσω τὴν ἱκανὴν σκοπήν. ἆρ᾽ οὖν Καύκασος ἐπιτήδειος Παρνασσὸς ὑψηλότερος ἀμφοῖν Ὄλυμπος ἐκεινοσί; καίτοι οὐ φαῦλον ἀνεμνήσθην ἐς τὸν Ὄλυμπον ἀπιδών συγκαμεῖν δέ τι καὶ ὑπουργῆσαι καὶ σὲ δεῖ.

Χάρων
πρόσταττε: ὑπουργήσω γὰρ ὅσα δυνατά.

Ἑρμῆς
Ὅμηρος ποιητής φησι τοὺς Ἀλωέως υἱέας, δύο καὶ αὐτοὺς ὄντας, ἔτι παῖδας ἐθελῆσαί ποτε τὴν Ὄσσαν ἐκ βάθρων ἀνασπάσαντας ἐπιθεῖναι τῷ Ὀλύμπῳ, εἶτα τὸ Πήλιον ἐπ᾽ αὐτῇ, ἱκανὴν ταύτην κλίμακα ἕξειν οἰομένους καὶ πρόσβασιν ἐπὶ τὸν οὐρανόν. ἐκείνω μὲν οὖν τὼ μειρακίω, ἀτασθάλω γὰρ ἤστην, δίκας ἐτισάτην νὼ δὲοὐ γὰρ ἐπὶ κακῷ τῶν θεῶν ταῦτα βουλεύομεντί οὐχὶ οἰκοδομοῦμεν καὶ αὐτοὶ κατὰ τὰ αὐτὰ ἐπικυλινδοῦντες ἐπάλληλα τὰ ὄρη, ὡς ἔχοιμεν ἀφ᾽ ὑψηλοτέρου ἀκριβεστέραν τὴν σκοπήν;

Χάρων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: