previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[27] ἀνιᾷ δή σε πολλὰ καὶ ἀθρόα καὶ σχεδὸν τὰ πάντα, καὶ μάλιστα ὅταν σε παρευδοκιμῇ κίναιδός τις ὀρχηστοδιδάσκαλος Ἰωνικὰ συνείρων Ἀλεξανδρεωτικὸς ἀνθρωπίσκος τοῖς μὲν γὰρ τὰ ἐρωτικὰ ταῦτα διακονουμένοις καὶ γραμματίδια ὑπὸ κόλπου διακομίζουσιν πόθεν σύ γ᾽ ἰσότιμος; κατακείμενος τοιγαροῦν ἐν μυχῷ τοῦ συμποσίου καὶ ὑπ᾽ αἰδοῦς καταδεδυκὼς στένεις ὡς τὸ εἰκὸς καὶ σεαυτὸν οἰκτείρεις καὶ αἰτιᾷ τὴν Τύχην οὐδὲ ὀλίγα σοι τῶν χαρίτων ἐπιψεκάσασαν. ἡδέως δ᾽ ἄν μοι δοκεῖς καὶ ποιητὴς γενέσθαι τῶν ἐρωτικῶν [p. 460] ᾀσμάτων κἂν ἄλλου ποιήσαντος δύνασθαι ᾁδειν ἀξίως: ^ ὁρᾷς γὰρ οἷ τὸ προτιμᾶσθαι καὶ εὐδοκιμεῖν ἐστιν. ὑποσταίης δὲ ἄν, εἰ καὶ μάγον μάντιν ὑποκρίνασθαι δέοι τῶν κλήρους πολυταλάντους καὶ ἀρχὰς καὶ ἀθρόους τοὺς πλούτους ὑπισχνουμένων καὶ γὰρ αὖ καὶ τούτους ὁρᾷς εὖ φερομένους ἐν ταῖς φιλίαις καὶ πολλῶν ἀξιουμένους. κἂν ἕν τι οὖν τούτων ἡδέως ἂν γένοιο, ὡς μὴ ἀπόβλητος καὶ περιττὸς εἴης: ἀλλ᾽ οὐδὲ πρὸς ταῦτα κακοδαίμων πιθανὸς εἶ. τοιγαροῦν ἀνάγκη μειοῦσθαι καὶ σιωπῇ ἀνέχεσθαι ὑποιμώζοντα καὶ ἀμελούμενον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: