previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[11] αὐτὸ τοῦτο, Σόλων, καὶ τὸ οἴκτιστόν ἐστιν, εἰ μὴ ἐπ᾽ ὀλίγων ταῦτα πάσχουσιν, ἀλλὰ ἐν τοσούτοις θεαταῖς καὶ μάρτυσι τῆς ὕβρεως, οἳ δηλαδὴ εὐδαιμονίζουσιν αὐτοὺς αἵματι ῥαινομένους ὁρῶντες ἀγχομένους ὑπὸ τῶν ἀντιπάλων ταῦτα γὰρ τὰ εὐδαιμονέστατα πρόσεστι τῇ νίκῃ αὐτῶν. παρ᾽ ἡμῖν δὲ τοῖς Σκύθαις ἤν τις, Σόλων, πατάξῃ τινὰ τῶν πολιτῶν ἀνατρέψῃ προσπεσὼν θοἰμάτια περιρρήξῃ, μεγάλας οἱ πρεσβῦται τὰς ζημίας ἐπάγουσι, κἂν ἐπ᾽ ὀλίγων μαρτύρων τοῦτο πάθῃ τις, οὔτι γε ἐν τηλικούτοις θεάτροις, οἷα σὺ διηγῇ τὸ Ἰσθμοῖ καὶ τὸ ἐν Ὀλυμπίᾳ. οὐ μὴν ἀλλὰ τοὺς μὲν ἀγωνιστὰς οἰκτείρειν μοι ἔπεισιν ὧν πάσχουσιν, τῶν δὲ θεατῶν οὓς φὴς ἁπανταχόθεν τοὺς ἀρίστους παραγίγνεσθαι εἰς τὰς πανηγύρεις καὶ πάνυ θαυμάζω, εἰ τἀναγκαῖα παρέντες σχολάζουσιν ἐπὶ τοῖς τοιούτοις. οὐδὲ γὰρ ἐκεῖνό πω δύναμαι κατανοῆσαι τι τὸ τερπνὸν αὐτοῖς, ὁρᾶν παιομένους τε καὶ διαπληκτιζομένους ἀνθρώπους καὶ πρὸς τὴν γῆν ἀραττομένους καὶ συντριβομένους ὑπ᾽ ἀλλήλων.

Σόλων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: