previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] Πολύστρατε, οἷος ὢν ῥήτωρ ἐλελήθεις με. ῥῆσιν γοῦν οὕτω μακρὰν καὶ κατηγορίαν τοσαύτην ἐξενήνοχας κατὰ τοῦ συγγράμματος, ὥστε μηδὲ ἐλπίδα μοι ἀπολογίας ἔτι καταλείπεσθαι. πλὴν ἀλλὰ ἐκεῖνό γε οὐ δικαστικὸν ἐποιὴσατε, καὶ μάλιστα σύ, ἐρήμην καταδιαιτήσας τοῦ βιβλίου μὴ παρόντος αὐτῷ τοῦ συνηγόρου. ῥᾷστον δέ, οἶμαι, τοῦτό ἐστιν κατὰ τὴν παροιμίαν, μόνον θέοντα κρατεῖν. ὥστε οὐδὲν θαυμαστόν, εἰ καὶ ἡμεῖς ἑάλωμεν οὔτε ὕδατος ἡμῖν ἐκχυθέντος οὔτε. ἀπολογίας ἀποδοθείσης. μᾶλλον δὲ τοῦτο πάντων ἀτοπώτατον, οἱ αὐτοὶ κατήγοροι καὶ δικασταὶ ἦτε. πότερα δ᾽ οὖν ἐθέλεις; ἀγαπήσας τοῖς ἐγνωσμένοις ἡσυχίαν ἄγω, κατὰ τὸν Ἱμεραῖον ποιητὴν παλινῳδίαν τινὰ συγγράφω, δώσετέ μοι ἐφέσιμον ἀγωνίσασθαι τὴν δίκην ;

Πολύστρατος
νὴ Δί᾽, ἤνπερ ἔχῃς τι δίκαιον εἰπεῖν οὐ γὰρ ἐν ἀντιδίκοις, ὡς σὺ φής, ἀλλ᾽ ἐν φίλοις ποιήσῃ τὴν ἀπολογίαν. ἐγὼ δὲ καὶ συνεξετάζεσθαί σοι ἕτοιμος ἐπὶ τῆς δίκης. [p. 314]

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: