previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[32] καί μιν οὐδὲ ἐθέλων ἄλλως εἰκάσεις. δὲ Ἡρη σκοπέοντί τοι πολυειδέα μορφὴν ἐκφανέει: καὶ τὰ μὲν ξύμπαντα ἀτρεκέϊ λόγῳ Ἥρη ἐστΐν, ἔχει δέ τι καὶ Ἀθηναίης καὶ Ἀφροδίτης καὶ Σεληναίης καὶ Ῥέης καὶ Ἀρτέμιδος καὶ Νεμέσιος καὶ Μοιρέων. χειρὶ δὲ τῇ μὲν ἑτέρῃ σκῆπτρον ἔχει, τῇ ἑτέρῃ δὲ ἄτρακτον, καὶ ἐπὶ τῇ κεφαλῇ ἀκτῖνὰς τε φορέει καὶ πύργον καὶ κεστὸν τῷ μούνην τὴν Οὐρανίην κοσμέουσιν. ἔκτοσθεν δέ οἱ χρυσός τε ἄλλος περικέαται καὶ λίθοι κάρτα πολυτελέες, τῶν οἱ μὲν λευκοί, οἱ δὲ ὑδατώδεες, πολλοὶ δὲ οἰνώδεες, πολλοὶ δὲ πυρώδεες, ἔτι δὲ ὄνυχες οἱ Σαρδῷοι πολλοὶ καὶ ὑάκινθοι καὶ σμάραγδοι, τὰ φέρουσιν Αἰγύπτιοι καὶ Ἰνδοὶ καὶ Αἰθίοπες καὶ Μῆδοι καὶ Ἀρμένιοι καὶ Βαβυλώνιοι. τὸ δὲ δὴ μέζονος λόγου ἄξιον, τοῦτο ἀπηγήσομαι: λίθον ἐπὶ τῇ κεφαλῇ φορέει: λυχνὶς καλέεται, οὔνομα δὲ οἱ τοῦ ἔργου συντυχίη. ἀπὸ τούτου ἐν νυκτὶ σέλας πολλὸν ἀπολάμπεται, ὑπὸ δὲ οἱ καὶ νηὸς ἅπας οἷον ὑπὸ λύχνοισι φαείνεται, ἐν ἡμέρῃ δὲ τὸ μὲν φέγγος ἀσθενέει, ἰδέην δὲ ἔχει [p. 388] κάρτα πυρώδεα, καὶ ἄλλο θωυμαστόν ἐστιν ἐν τῷ ξοάνῳ. ἢν ἑστεὼς ἀντίος ἐσορέῃς, ἐς σὲ ὁρῇ καὶ μεταβαίνοντι τὸ βλέμμα ἀκολουθέει: καὶ ἢν ἄλλος ἑτέρωθεν ἱστορέῃ,^ ἴσα καὶ ἐς ἐκεῖνον ἐκτελέει.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: