previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[13] καὶ δή ποτε ὑπὸ τῶν κολάκων ἐκείνων ἄθλιος ἀναπείθεται ὡς ἐρῴη αὐτοῦ Χαρίκλεια Δημώνακτος γυνή, ἀνδρὸς ἐπιφανοῦς καὶ πρώτου Ἐφεσίων τὰ πολιτικά: καὶ γραμματεῖά τε εἰσεφοίτα παρὰ τῆς γυναικὸς αὐτῷ καὶ στέφανοι ἡμιμάραντοι καὶ μῆλά τινα ἀποδεδηγμένα καὶ ἄλλα ὁπόσα αἱ μαστροποὶ ἐπὶ τοῖς νέοις μηχανῶνται,^ κατὰ μικρὸν αὐτοῖς ἐπιτεχνώμεναι τοὺς ἔρωτας καὶ ἀναφλέγουσαι τὸ πρῶτον ἐρᾶσθαι νομίζοντας ἐπαγωγότατον γὰρ τοῦτό γε, καὶ μάλιστα τοῖς καλοῖς εἶναι οἰομένοις, ἄχρι: ἂν λάθωσιν εἰς τὰ δίκτυα ἐμπεσόντες. Χαρίκλεια δὲ ἦν ἀστεῖον μέν τι γύναιον, [p. 126] ἑταιρικὸν δὲ ἐκτόπως καὶ τοῦ προστυχόντος ἀεί, καὶ εἰ πάνυ ἐπ᾽ ὀλίγῳ ἐθελήσειέ τις: καὶ εἰ προσίδοι τις μόνον, εὐθὺς ἐπένευε, καὶ δέος οὐδὲν ἦν μή πη ^ ἀντείποι Χαρίκλεια. δεινὴ δὲ καὶ τὰ ἄλλα, καὶ ^ τεχνῖτις παρ᾽ ἥντινα βούλει τῶν ἑταιρῶν ἐπισπάσασθαι ἐραστὴν καὶ ἀμφίβολον ἔτι ὄντα ὅλον ὑποποιήσασθαι καὶ ἐνεχόμενον ἤδη ἐπιτεῖναι καὶ προσεκκαῦσαι ἄρτι μὲν ὀργῇ, ἄρτι δὲ κολακείᾳ, καὶ μετὰ μικρὸν ὑπεροψίᾳ καὶ τῷ πρὸς ἕτερον ἀποκλίνειν δοκεῖν, καὶ ὅλη συνεκεκρότητο ἁπανταχόθεν γυνὴ καὶ πολλὰ μηχανήματα παρεσκεύαστο κατὰ τῶν ἐραστῶν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: