previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[29] ἐδέδετο οὖν ἄθλιος Ἀντίφιλος πολὺν ἤδη χρόνον, ἁπάντων ὅσοι ἦσαν κακοῦργοι ἐν τῷ δεσμωτηρίῳ μιαρώτατος εἶναι δοκῶν, καὶ ἐπὶ τῶν δεσμῶν Αἰγύπτιος, δεισιδαίμων ἄνθρωπος, ᾤετο χαριεῖσθαι καὶ τιμωρήσειν τῷ θεῷ βαρὺς τῷ Ἀντιφίλῳ ἐφεστώς. εἰ δ᾽ ἀπολογοῖτό ποτε, λέγων ὡς οὐδὲν τοιοῦτον εἴργασται, ἀναίσχυντος ἐδόκει καὶ πολὺ πλέον ἐπὶ τούτῳ ἐμισεῖτο. ὑπενόσει τοιγαροῦν ἤδη καὶ πονηρῶς εἶχεν οἷον εἰκὸς χαμαὶ καθεύδοντα καὶ τῆς νυκτὸς οὐδὲ ἀποτείνειν τὰ σκέλη δυνάμενον ἐν τῷ ξύλῳ κατακεκλειμένα: τῆς μὲν γὰρ ἡμέρας κλοιὸς ἤρκει καὶ ἑτέρα χεὶρ πεπεδημένη, εἰς δὲ τὴν νύκτα ἔδει ὅλον [p. 152] καταδεδέσθαι. καὶ μὴν καὶ τοῦ οἰκήματος δυσοσμία καὶ τὸ πνῖγος, ἐν ταὐτῷ πολλῶν δεδεμένων καὶ ἐστενοχωρημένων ^ καὶ μόλις ἀναπνεόντων, καὶ τοῦ σιδήρου ψόφος καὶ ὕπνος ὀλίγοςταῦτα πάντα χαλεπὰ ἦν καὶ ἀφόρητα οἵῳ ἀνδρὶ ἐκείνων ἀήθει καὶ ἀμελετήτῳ πρὸς οὕτω σκληρὰν τὴν δίαιταν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: