previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[51] ταῦτα μὲν Λογχάτης ἔπραξεν καὶ τὴν ὑπόσχεσιν ἀπεπλήρωσεν τῷ Ἀρσακόμᾳ παραδοὺς τὴν κεφαλὴν τοῦ Λευκάνορος. Μακέντης δὲ καθ᾽ ὁδὸν ἀκούσας τὰ ἐν Βοσπόρῳ γενόμενα ἧκεν εἰς τοὺς Μάχλυας καὶ πρῶτος ἀγγείλας αὐτοῖς τὸν φόνον τοῦ βασιλέως, ‘ πόλις δέ,’ ἔφη, ‘ Ἀδύρμαχε, σὲ γαμβρὸν ὄντα ἐπὶ τὴν βασιλείαν καλεῖ: ὥστε σὺ μὲν προελάσας παραλάμβανε τὴν [p. 186] ἀρχήν, τεταραγμένοις τοῖς πράγμασιν ἐπιφανείς, κόρη δέ σοι κατόπιν ἐπὶ τῶν ἁμαξῶν ἑπέσθω: ῥᾷον γὰρ οὕτω προσάξεις Βοσπορανῶν τοὺς πολλούς, ἰδόντας τὴν Λευκάνορος θυγατέρα. ἐγὼ δὲ Ἀλανός τέ εἰμι καὶ τῇ παιδὶ ταύτῃ συγγενὴς μητρόθεν παρ᾽ ἡμῶν γὰρ οὖσαν τὴν Μάστειραν ἠγάγετο Λευκάνωρ. καὶ νῦν σοι ἥκω παρὰ τῶν Μαστείρας ἀδελφῶν τῶν ἐν Ἀλανίᾳ παρακελευομένων ὅτι τάχιστα ἐλαύνειν ἐπὶ τὸν Βόσπορον καὶ μὴ περιιδεῖν ἐς ^ Εὐβίοτον περιελθοῦσαν τὴν ἀρχήν, ὃς ἀδελφὸς ὢν νόθος Λευκάνορος Σκύθαις μὲν ἀεὶ φίλος ἐστίν, Ἀλανοῖς δὲ ἀπέχθεται,.’ Ταῦτα δὲ ἔλεγεν Μακέντης ὁμόσκευος καὶ ὁμόγλωττος τοῖς Ἀλανοῖς ὤν κοινὰ γὰρ ταῦτα Ἀλανοῖς καὶ Σκύθαις, πλὴν ὅτι οὐ πάνυ κομῶσιν οἱ Ἀλανοὶ ὥσπερ οἱ Σκύθαι. ἀλλὰ Μακέντης καὶ τοῦτο εἴκαστο αὐτοῖς καὶ ἀποκεκάρκει, τῆς κόμης ὁπόσον εἰκὸς ἦν ἔλαττον κομᾶν τὸν Ἀλανὸν τοῦ Σκύθου: ὥστε ἐπιστεύετο διὰ ταῦτα καὶ ἐδόκει ^ Μαστείρας καὶ Μαζαίας συγγενὴς εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: