previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[19] πολυσχιδὲς ἐργασάμενος ἐξέωσεν. κἀκεῖνα μέμνηνται, ὡς τὸ εἰκός, πρὸς τὸ θέατρον ἐνεανιεύου, τοῖς ὀρχησταῖς ὑποκρινόμενος καὶ συνταγματάρχης ἀξιῶν εἶναι. οὐδεὶς γοῦν πρὸ σοῦ ἂν εἰσῆλθεν εἰς τὸ θέατρον οὐδ᾽ ἂν ἐμήνυσεν τι τοὔνομα τῷ δράματι, ἀλλὰ σὺ κοσμίως πάνυ, χρυσᾶς ἐμβάδας ἔχων καὶ ἐσθῆτα τυραννικήν, προεισεπέμπου εὐμένειαν αἰτήσων παρὰ τοῦ θεάτρου, στεφάνους κομίζων καὶ κρότῳ ἀπιών, ἤδη τιμώμενος πρὸς αὐτῶν. ἀλλὰ νῦν ῥήτωρ καὶ σοφιστής: καὶ διὰ τοῦτο ἢν πύθωνταί ποτε τὰ τοιαῦτα ὑπὲρ σοῦ ἐκεῖνοι, τοῦτο δὴ τὸ ἐκ τῆς τραγῳδίας, ‘δύο μὲν ἡλίους ὁρᾶνδοκοῦσι, ‘ δισσὰς δὲ Θήβαςκαὶ πρόχειρον ἅπασιν εὐθὺς τὸἐκεῖνος τότε, καὶ μετ᾽ ἐκεῖνα ;’ τοιγάρτοι καὶ αὐτὸς εὖ ποιῶν οὐκ ἐπιβαίνεις τὸ παράπαν οὐδ᾽ ἐπιχωριάζεις αὐτοῖς, ἀλλὰ φεύγεις ἑκὼν πατρίδα οὔτε χεῖμα κακὴν οὔτε θέρει ἀργαλέαν, ἀλλὰ καλλίστην καὶ [p. 396] μεγίστην τῶν ἐν Φοινίκῃ ἁπασῶν: τὸ γὰρ ἐλέγχεσθαι καὶ τοῖς εἰδόσι καὶ μεμνημένοις τῶν πάλαι ἐκείνων συνεῖναι βρόχος ὡς ἀληθῶς ἔστι σοι. καίτοι τί ταῦτα ληρῶ ; τίνα γὰρ ἂν αἰδεσθείης σὺ ; τί δ᾽ ἂν αἰσχρὸν ἡγήσαιο τῶν ὑστάτων ; πυνθάνομαι δὲ καὶ κτήματα εἶναί σοι μεγάλα παρ᾽ αὐτοῖς, τὸ δύστηνον ἐκεῖνο πυργίον, ὡς τὸν τοῦ Σινωπέως πίθον τὴν Διὸς αὐλὴν εἶναι πρὸς αὐτό. τοὺς μὲν δὴ πολίτας οὐδαμῆ οὐδαμῶς ἂν μεταπείσειας μὴ οὐχὶ τῶν ἁπάντων βδελυρώτατόν σε

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: