previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[25] ἐπεὶ δὲ τοῦ στόματος ἐμνήσθην, τί φαίης ἄν, εἲ σε γλῶττα ἐς δικαστήριον προσκαλεσαμένη ^θῶμεν γὰρ οὕτωςἀδικήματος καὶ ^ τὸ μετριώτατον ὕβρεως διώκοι, λέγουσαἐγώ σε, ἀχάριστε, πένητα καὶ ἄπορον παραλαβοῦσα καὶ βίου δεόμενον, τὰ μὲν πρῶτα ἐν τοῖς θεάτροις εὐδοκιμεῖν ἐποίησα, νῦν μὲν Νίνον, νῦν δὲ Μητίοχον, εἶτα μετὰ μικρὸν Ἀχιλλέα τιθεῖσα: μετὰ ταῦτα δὲ παῖδας συλλαβίζειν διδάσκοντα μακρῷ χρόνῳ ἔβοσκον: ἤδη δὲ καὶ τοὺς ἀλλοτρίους τούτους λόγους ὑποκρινόμενον σοφιστὴν εἶναι δοκεῖν ἐποίησα καὶ τὴν μηδὲν προσήκουσαν δόξαν περιῆψα. τί τοίνυν τηλικοῦτο ἔχων ἐγκαλεῖν τοιαῦτά με διατίθης καὶ ἐπιτάττεις ἐπιτάγματα αἴσχιστα καὶ ὑπουργίας καταπτύστους ; οὐχ ἱκανά μοι τὰ ἐπὶ τῆς ἡμέρας ἔργα, ψεύδεσθαι καὶ ἐπιορκεῖν καὶ τοὺς τοσούτους ὕθλους καὶ λήρους διαντλεῖν, μᾶλλον δὲ τὸν βόρβορον τῶν λόγων ἐκείνων ἐμεῖν, ἀλλ᾽ οὐδὲ νυκτὸς τὴν κακοδαίμονα σχολὴν ἄγειν ἐᾷς, ἀλλὰ μόνη σοι πάντα ποιῶ καὶ πατοῦμαι καὶ μιαίνομαι,^ καὶ ἀντὶ γλώττης ὅσα καὶ χειρὶ χρῆσθαι διέγνωκας καὶ ὥσπερ ἀλλοτρίαν ὑβρίζεις καὶ ἐπικλύζεις τοσούτοις κακοῖς. λαλεῖν μοι ἔργον ἐστὶ μόνον, τὰ δὲ τοιαῦτα ποιεῖν καὶ πάσχειν ἄλλοις μέρεσι προστέτακται. ὡς ὤφελε κἀμέ τις ὥσπερ τὴν τῆς Φιλομήλας ἐκτεμεῖν. [p. 404] μακαριώτεραι γοῦν μοι αἱ γλῶτται τῶν τὰ τέκνα κατεδηδοκότων’ .

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: