previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] ὡς μὴ αἰτίαν ἔχοιμι μόνος αὐτὰ ἀγνοεῖν, μᾶλλον δὲ παρακλητέος ἡμῖν τῶν Μενάνδρου προλόγων εἷς, Ἔλεγχος, φίλος Ἀληθείᾳ καὶ Παρρησίᾳ θεός, οὐχ ἀσημότατος τῶν ἐπὶ τὴν σκηνὴν ἀναβαινόντων, μόνοις ὑμῖν ἐχθρὸς τοῖς δεδιόσι τὴν γλῶτταν αὐτοῦ, πάντα καὶ εἰδότος καὶ σαφῶς διεξιόντος ὁπόσα ὑμῖν σύνοιδεν. χάριεν γοῦν τοῦτο γένοιτ᾽ ἄν, εἰ ἐθελήσειεν ἡμῖν προεισελθὼν οὗτος διηγήσασθαι τοῖς θεαταῖς σύμπαντα τοῦ δράματος τὸν λόγον. ἄγε τοίνυν, προλόγων καὶ δαιμόνων ἄριστε Ἔλεγχε, ὅρα ὅπως σαφῶς προδιδάξῃς τοὺς ἀκούοντας ὡς οὐ μάτην οὐδὲ φιλαπεχθημόνως οὐδ᾽ ἀνίπτοις ποσὶ κατὰ τὴν παροιμίαν ἐπὶ τόνδε τὸν λόγον ἀπηντήκαμεν, ἀλλὰ καὶ ἴδιόν τι ἀμυνόμενοι καὶ τὰ κοινά, μισοῦντες τὸν ἄνθρωπον ἐπὶ τῇ βδελυρίᾳ. ταῦτα μόνα εἰπὼν καὶ σαφῶς προδιηγησάμενος ἵλεως ἄπιθι ἐκποδών, τὰ δὲ ἄλλα ἡμῖν κατάλιπε: μιμησόμεθα γάρ σε καὶ διελέγξομεν τὰ πολλά, ὡς παρρησίας γε καὶ ἀληθείας ἕνεκα μηδὲν ἂν ^ αἰτιάσασθαί σε. μήτε δὲ ἐμὲ πρὸς αὐτοὺς ἐπαινέσῃς, φίλτατε Ἔλεγχε, μήτε τὰ ἐκείνῳ προσόντα προεκχέῃς αὔτως: οὐ γὰρ ἄξιον θεῷ ὄντι ἐπὶ στόμα σοι ἐλθεῖν τοὺς περὶ τῶν οὕτω καταπτύστων λόγους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: