Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἷς δέ τις
βέλτιστος ἅπαντα ἐξ ἀρχῆς ἐς τέλος τὰ πεπραγμένα, ὅσα
ἐν Ἀρμενίᾳ, ὅσα ἐν Συρίᾳ, ὅσα ἐν Μεσοποταμίᾳ, τὰ ἐπὶ
τῷ Τίγρητι, τὰ ἐν Μηδίᾳ, πεντακοσίοις οὐδ᾽ ὅλοις ἔπεσι
περιλαβὼν συνέτριψε καὶ τοῦτο ποιήσας ἱστορίαν συγγεγραφέναι
φησί. τὴν μέντοι ἐπιγραφὴν ὀλίγου δεῖν μακροτέραν
τοῦ βιβλίου ἐπέγραψεν, ‘Ἀντιοχιανοῦ τοῦ
Ἀπόλλωνος ἱερονίκου’ — δόλιχον γάρ που οἶμαι ἐν παισὶ
νενίκηκε — ‘τῶν ἐν Ἀρμενίᾳ καὶ Μεσοποταμίᾳ καὶ ἐν
Μηδίᾳ νῦν Ῥωμαίοις πραχθέντων ἀφήγησις’.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.