previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[8] τὰ γὰρ τοιαῦτα παραινέσεις μὲν καὶ ὑποθήκας λέγων οὐκ ἄν τις ἁμαρτάνοι, μαντικῆς δὲ πάμπολυ ἀποδεῖν μοι δοκεῖ, ἧς τὸ ἔργον τὰ ἄδηλα καὶ οὐδαμῆ οὐδαμῶς φανερὰ προγιγνώσκειν, ὥσπερ τὸ τῷ Μίνωϊ προειπεῖν ὅτι ἐν τῷ τοῦ μέλιτος πίθῳ παῖς ἔσται αὐτῷ ἀποπεπνιγμένος, καὶ τὸ τοῖς Ἀχαιοῖς προμηνῦσαι τῆς Ἀπόλλωνος ὀργῆς τὴν αἰτίαν καὶ τῷ δεκάτῳ ἔτει ἁλώσεσθαι τὸ Ἴλιον: ταῦτα γὰρ μαντική. ἐπεὶ καὶ τὰ τοιαῦτα εἴ τις αὐτῇ ἀνατιθείη, οὐκ ἂν φθάνοι κἀμὲ μάντιν λέγων: προερῶ γὰρ καὶ προθεσπιῶ καὶ ἄνευ Κασταλίας καὶ δάφνης καὶ τρίποδος Δελφικοῦ, ὅτι ἂν γυμνὸς τοῦ κρύους περινοστῇ τις ὕοντος προσέτι χαλαζῶντος τοῦ θεοῦ, ἠπίαλος οὐ μικρὸς ἐπιπεσεῖται τῷ τοιούτῳ, καὶ τὸ ἔτι γε τούτου μαντικώτερον, ὅτι καὶ θέρμη μετὰ ταῦτα, ὡς τὸ εἰκός, ἐπιγενήσεται, καὶ ἄλλα πολλὰ τοιαῦτα, ὧν γελοῖον ἂν εἴη μεμνῆσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: