previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[15] ἴθι δή, φιλότης, ἀπόκριναί μοι, τῷ τότε πιστεύσας τὸ πρῶτον, ὁπότε ᾔεις φιλοσοφήσων, πολλῶν σοι θυρῶν ἀναπεπταμένων, παρεὶς σὺ τὰς ἄλλας εἰς τὴν τῶν Στωϊκῶν ἧκες καὶ δι᾽ ἐκείνης ἠξίους ἐπὶ τὴν ἀρετὴν εἰσιέναι, ὡς δὴ μόνης ἀληθοῦς οὔσης καὶ τὴν εὐθεῖαν ἐπιδεικνυούσης, τῶν δ᾽ ἄλλων εἰς τυφλὰ καὶ ἀνέξοδα φερουσῶν; τίνι ταῦτ᾽ ἐτεκμαίρου τότε; καὶ μή μοι τὸν νῦν δὴ τοῦτον σεαυτὸν ἐννόει, τὸν εἴτε ἡμίσοφον εἴτε σοφὸν ἤδη τὰ βελτίω κρίνειν ὑπὲρ τοὺς πολλοὺς ἡμᾶς δυνάμενον, ἀλλ᾽ οὕτως ἀπόκριναι, ὁποῖος τότε ἦσθα ἰδιώτης καὶ κατὰ τὸν νῦν ἐμέ.

Ἑρμότιμος
οὐ συνίημι τι σοι τοῦτο βούλεται, Λυκῖνε.

Λυκῖνος
καὶ μὴν οὐ πάνυ ἀγκύλον ἠρόμην: πολλῶν γὰρ ὄντων φιλοσόφων, οἷον Πλάτωνος και Αριστοτέλους καὶ Ἀντισθένους καὶ τῶν ὑμετέρων προγόνων, τοῦ Χρυσίππου καὶ Ζήνωνος καὶ τῶν ἄλλων, ὅσοι εἰσί, τῷ σὺ [p. 344] πιστεύσας τοὺς μὲν ἄλλους εἴας, ἐξ ἁπάντων δὲ προελόμενος ἅπερ προῄρησαι, ἀξιοῖς κατὰ ταῦτα φιλοσοφεῖν; ἆρα καὶ σὲ ὥσπερ τὸν Χαιρεφῶντα Πύθιος ἐξέπεμψεν ἐπὶ τὰ Στωϊκῶν ἀρίστους ἐξ ἁπάντων προσειπών; ἔθος γὰρ αὐτῷ ἄλλον ἐπ᾽ ἄλλο εἶδος φιλοσοφίας προτρέπειν τὴν ἁρμόττουσαν, οἶμαι, ἑκάστῳ εἰδότι.

Ἑρμότιμος
ἀλλ᾽ οὐδὲν τοιοῦτον, Λυκῖνε, οὐδὲ ἠρόμην περί γε τούτων τὸν θεόν.

Λυκῖνος
πότερον οὐκ ἄξιον θείας συμβουλίας ἡγούμενος αὐτὸ ἱκανὸς ᾤου αὐτὸς εἶναι ἑλέσθαι τὸ βέλτιον κατὰ σαυτὸν ἄνευ τοῦ θεοῦ;

Ἑρμότιμος
ὤιμην γάρ.

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: