previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[58] ταυτὶ μέν, Λυκῖνε, βωμολοχικὰ καὶ οὐ κατὰ σέ. σὺ δὲ εἰπέ μοι, ἤδη ποτὲ οἶνον ἐπρίω αὐτός;

Λυκῖνος
καὶ μάλα πολλάκις.

Ἑρμότιμος
ἆρ᾽ οὖν περιῄεις ἅπαντας ἐν κύκλῳ τοὺς ἐν τῇ πόλει καπήλους ἀπογευόμενος καὶ παραβάλλων καὶ ἀντεξετάζων τοὺς οἴνους;

Λυκῖνος
οὐδαμῶς.

Ἑρμότιμος
χρὴ γάρ, οἶμαι, σοι τῷ πρώτῳ χρηστῷ καὶ ἀξίῳ ἐντυχόντι ἀποφέρεσθαι.

Λυκῖνος
νὴ Δία.

Ἑρμότιμος
καὶ ἀπό γε τοῦ ὀλίγου ἐκείνου γεύματος εἶχες ἂν εἰπεῖν ὁποῖος ἅπας οἶνός ἐστιν;

Λυκῖνος
εἶχον γάρ.

Ἑρμότιμος
εἰ δὲ δὴ ἔλεγες προσελθὼν τοῖς καπήλοις, Ἐπειδὴ κοτύλην πρίασθαι βούλομαι, δότε μοι, οὗτοι, ἐκπιεῖν ὅλον ἕκαστος ὑμῶν τὸν πίθον, ὡς διὰ παντὸς ἐπεξελθὼν μάθοιμι ὅστις ἀμείνω τὸν οἶνον ἔχει καὶ ὅθεν μοι ὠνητέον: εἰ ταῦτ᾽ ἔλεγες, οὐκ ἂν οἴει καταγελάσαι σου αὐτούς, εἰ δὲ καὶ ἐπὶ πλέον ἐνοχλοίης, τάχ᾽ ἂν καὶ προσχέαι τοῦ ὕδατος;

Λυκῖνος
οἶμαι ἔγωγε καὶ δίκαιά γ᾽ ἂν πάθοιμι.

Ἑρμότιμος
κατὰ ταὐτὰ δὴ καὶ ἐν φιλοσοφίᾳ. τί δεῖ ἐκπιεῖν τὸν πίθον δυναμένους γε ἀπ᾽ ὀλίγου τοῦ γεύματος εἰδέναι ὁποῖον τὸ πᾶν ἐστιν;

Λυκῖνος

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: